Imagini ale paginilor
PDF
ePub

Εἴτ' ἐπ' Ολύμπου κορυφαῖς ἱεραῖς χιονοβλήτοι· σε κάθησθε,

270

Εἴτ' Ωκεανοῦ πατρὸς ἐν κήποις ἱερὸν χορὸν ἵστατε Νύμφαις,

Εἴτ' ἄρα Νείλου προχοαῖς ὑδάτων χρυσέαις ἀρύτεσθε πρόχοισιν,

Η Μαιώτιν λίμνην ἔχετ' ἢ σκόπελον νιφόεντα

[merged small][merged small][merged small][merged small][merged small][merged small][ocr errors][merged small]
[ocr errors]

Αρθῶμεν φανεραὶ δροσερὰν φύσιν εὐάγητον,

,

Πατρὸς ἀπ' Ωκεανοῦ βαρυαχέος

Υψηλῶν ὀρέων κορυφὰς ἐπὶ

Δενδροκόμους, ἵνα

Τηλεφανεῖς σκοπιὼς ἀφορώμεθα,

Καρπούς τ' ἀρδομέναν ἱερὰν χθόνα,
Καὶ ποταμῶν ζαθέων κελαδήματα,
Καὶ πόντον κελάδοντα βαρύβρομον·

280

Ομμα γὰρ αιθέρος ἀκάματον σελαγεῖται
Μαρμαρέαις ἐν αὐγαῖς.

285

Αλλ' ἀποσεισάμεναι νέφος ὄμβριον ̓Αθανάτας ἰδέας ἐπιδώμεθα

Τηλεσκόπῳ ὄμματι γαῖαν.

ΣΩΚΡΑΤΗΣ.

290

Ω μέγα σεμναὶ Νεφέλαι, φανερῶς ἠκούσατέ μου

καλέσαντος.

Ηισθου φωνῆς ἅμα καὶ βροντῆς μυκησαμένης θεοσέπτου ;

ΣΤΡΕΨΙΑΔΗΣ.

Καὶ σέβομαί γ', ὦ πολυτίμητοι, καὶ βούλομαι ἀν

ταποπαρδεῖν

Πρὸς τὰς βροντάς· οὕτως αὐτὰς τετρεμαίνω καὶ

πεφόβημαι·

Κεἰ θέμις ἐστὶν, νυνί γ ̓ ἤδη, κεἰ μὴ θέμις ἐστί,

χεσείω.

ΣΩΚΡΑΤΗΣ.

295

Οὐ μὴ σκώψει μηδὲ ποιήσεις ἅπερ οἱ τρυγοδαίμο

νες οὗτοι,

Αλλ' ευφήμει· μέγα γάρ τι θεῶν κινεῖται σμῆνος

ἀοιδαῖς.

ΧΟΡΟΣ.

Παρθένοι ομβροφόροι,

Ελθωμεν λιπαρὰν χθόνα Παλλάδος, εὔανδρον

γᾶν

Κέκροπος ὀψόμεναι πολυήρατον·

Οὗ σέβας ἀῤῥήτων ἱερῶν, ἵνα

Μυστοδόκος δόμος

Ἐν τελεταῖς ἁγίαις ἀναδείκνυται,

Οὐρανίοις τε θεοῖς δωρήματα,
Ναοί θ' ὑψερεφεῖς καὶ ἀγάλματα,
Καὶ πρόσοδοι μακάρων ἱερώταται,
Εὐστέφανοί τε θεῶν θυσίαι θαλίαι τε,
Παντοδαπαῖς ἐν ὥραις,

*Ηρί τ' ἐπερχομένῳ Βρομία χάρις,
Εὐκελάδων τε χορῶν ἐρεθίσματα,

Καὶ Μοῦσα βαρύβρομος αὐλῶν.

ΣΤΡΕΨΙΑΔΗΣ.

300

305

310

Πρὸς τοῦ Διὸς ἀντιβολῶ σε, φράσον, τίνες εἴσ'. ὦ Σώκρατες, αὗται

3

Αἱ φθεγξάμεναι τοῦτο τὸ σεμνόν; μῶν ἡρῶναί

τινές εἰσιν ;

ΣΩΚΡΑΤΗΣ.

315

Ηκιστ', ἀλλ' οὐράνιαι Νεφέλαι, μεγάλαι θεαὶ

ἀνδράσιν ἀργοῖς·

Αἵπερ γνώμην καὶ διάλεξιν καὶ νοῦν ἡμῖν πα

ρέχουσι

Καὶ τερατείαν καὶ περίλεξιν καὶ κροῦσιν καὶ κα

τάληψιν.

ΣΤΡΕΨΙΑΔΗΣ.

Ταῦτ ̓ ἄρ ̓ ἀκούσασ' αὐτῶν τὸ φθέγμ' ἡ ψυχή μου

[blocks in formation]

Ωστ', εἴ πώς ἐστιν, ἰδεῖν αὐτὰς ἤδη φανερῶς ἐπι

θυμώ.

ΣΩΚΡΑΤΗΣ.

Βλέπε νυν δευρὶ πρὸς τὴν Πάρνηθ ̓· ἤδη γὰρ ὁρῶ

κατιούσας

Ησυχῇ αὐτάς.

ΣΤΡΕΨΙΑΔΗΣ.

Φέρε, ποῦ ; δεῖξον.

ΣΩΚΡΑΤΗΣ,

Χωροῦσ' αὗται πάνυ πολλαὶ

Διὰ τῶν κοίλων καὶ τῶν δασέων, αὗται πλάγιαι

ΣΤΡΕΨΙΑΔΗΣ.

Τί τὸ χρῆμα; 325

Ως οὐ καθορῶ.

ΣΩΚΡΑΤΗΣ.

Παρὰ τὴν εἴσοδον.

ΣΤΡΕΨΙΑΔΗΣ.

Ηδη νυνὶ μόλις οὕτως.

ΣΩΚΡΑΤΗΣ

Νῦν γέ τοι ἤδη καθορᾷς αὐτάς, εἰ μὴ λημᾷς κοι

λοκύνταις.

ΣΤΡΕΨΙΑΔΗΣ.

Νὴ Δί' ἔγωγ ̓, ὦ πολυτίμητοι, πάντα γὰρ ἤδη και

τέχουσι.

ΣΩΚΡΑΤΗΣ.

Ταύτας μέντοι σὺ θεὰς οὔσας οὐκ ᾔδης οὐδ' ἐνό

μιζες ;

ΣΤΡΕΨΙΑΔΗΣ.

Μὰ Δί', ἀλλ' ὁμίχλην καὶ δρόσον αὐτὰς ἡγούμην

[blocks in formation]

Οὐ γὰρ μα Δί' οἶσθ' ὁτιὴ πλείστους αὗται βόσκου

σε σοφιστάς,

Θουριομάντεις, ιατροτέχνας, σφραγιδονυχαργοκο

μήτας,

Κυκλίων τε χορῶν ᾀσματοκάμπτας, ἄνδρας μετεω

ροφένακας,

Οὐδὲν δρῶντας βόσκουσ' ἀργούς, ὅτι ταύτας μουσοποιοῦσιν.

[blocks in formation]

66

66

Εἶτ' “ ἀερίας,” “ διεράς;” “ γαμψοὺς οἰωνοὺς ἀε

[merged small][ocr errors]
[blocks in formation]

Ομβρους θ' ὑδάτων δροσερῶν Νεφελᾶν”· εἶτ' ἀντ' αὐτῶν κατέπινον

Κεστρᾶν τεμάχη μεγαλᾶν ἀγαθᾶν, κρέα τ' ὀρνίθεια κιχηλᾶν.”

ΣΩΚΡΑΤΗΣ.

Διὰ μέντοι τάσδ' οὐχὶ δικαίως ;

ΣΤΡΕΨΙΑΔΗΣ.

Λέξον δή μοι, τί παθοῦσαι, 340

Εἴπερ Νεφέλαι γ' εἰσὶν ἀληθῶς, θνηταῖς εἴξασι

γυναιξίν ;

Οὐ γὰρ ἐκεῖναί γ' εἰσὶ τοιαῦται.

ΣΩΚΡΑΤΗΣ.

Φέρε, ποῖαι γάρ τινές εἰσιν ;

ΣΤΡΕΨΙΑΔΗΣ.

Οὐκ οἶδα σαφῶς· εἴξασιν γοῦν ἐρίοισιν πεπταμέ

νοισι,

Κοὐχὶ γυναιξίν, μα Δί', οὐδ' ὁτιοῦν· αὗται δὲ ῥῖνας ἔχουσιν.

ΣΩΚΡΑΤΗΣ.

Απόκριναί νυν ἅττ' ἂν ἔρωμαι.

ΣΤΡΕΨΙΑΔΗΣ.

Λέγε νυν ταχέως ὅ τι βούλει. 345

ΣΩΚΡΑΤΗΣ

'Ηδη ποτ' ἀναβλέψας εἶδες νεφέλην Κενταύρω

ὁμοίαν

*Η παρδάλει ἢ λύκῳ ἢ ταύρῳ ;

ΣΤΡΕΨΙΑΔΗΣ.

Νή Δί' ἔγωγ'. Εἶτα τί τοῦτο ;

« ÎnapoiContinuă »