Imagini ale paginilor
PDF
ePub

Οὐκ ἂν ἀτιμάσαιμ' ἂν, ὥστε μὴ λέγειν
Εν ̓ ἄνδρ' ἰδεῖν ἄριστον ̓Αργείων, ὅσοι
Τροίαν ἀφικόμεσθα, πλὴν ̓Αχιλλέως.
Ωστ ̓ οὐκ ἂν ἐνδίκως γ ̓ ἀτιμάζοιτό σοι.
Οὐ γάρ τι τοῦτον, ἀλλὰ τοὺς θεῶν νόμους
Φθείροις ἄν. "Ανδρα δ ̓ οὐ δίκαιον, εἰ θάνοι,
Βλάπτειν τὸν ἐσθλὸν, οὐδ ̓ ἐὰν μισῶν κυρῇς.

ΑΓΑΜΕΜΝΩΝ.

Σὺ ταῦτ ̓, Οδυσσεῦ, τοῦδ ̓ ὑπερμαχεῖς ἐμοί;

ΟΔΥΣΣΕΥΣ.

Ἔγωγ ̓· ἐμίσουν δ ̓, ἡνίκ ̓ ἦν μισεῖν καλόν.

ΑΓΑΜΕΜΝΩΝ.

Οὐ γὰρ θανόντι καὶ προσεμβῆναί σε χρή ;

ΟΔΥΣΣΕΥΣ.

Μὴ χαῖρ ̓, Ατρείδη, κέρδεσιν τοῖς μὴ καλοῖς.

ΑΓΑΜΕΜΝΩΝ.

Τόν τοι τύραννον εὐσεβεῖν οὐ ῥᾴδιον.

ΟΔΥΣΣΕΥΣ.

̓Αλλ' εὖ λέγουσι τοῖς φίλοις τιμὰς νέμειν.

ΑΓΑΜΕΜΝΩΝ.

Κλύειν τὸν ἐσθλὸν ἄνδρα χρὴ τῶν ἐν τέλει.

ΟΔΥΣΣΕΥΣ.

Παῦσαι· κρατεῖς τοι τῶν φίλων νικώμενος.

ΑΓΑΜΕΜΝΩΝ.

Μέμνησ ̓ ὁποίῳ φωτὶ τὴν χάριν δίδως.

ΟΔΥΣΣΕΥΣ,

“Οδ ̓ ἐχθρὸς ἀνὴρ, ἀλλὰ γενναῖός ποτ ̓ ἦν,

ΑΓΑΜΕΜΝΩΝ.

Τί ποτε ποιήσεις ; ἐχθρὸν ὧδ ̓ αἰδεῖ νέκυν ;

1280

1285

1290

ΟΔΥΣΣΕΥΣ.

Νικὰ γὰρ ἡ ̓ρετή με τῆς ἔχθρας πολύ.

ΑΓΑΜΕΜΝΩΝ.

Τοιοίδε μέντοι φῶτες ἔμπληκτοι βροτῶν.

ΟΔΥΣΣΕΥΣ.

*Η κάρτα πολλοὶ νῦν φίλοι καὖθις πικροί.

ΑΓΑΜΕΜΝΩΝ.

Τοιούσδ ̓ ἐπαινεῖς δῆτα σὺ κτᾶσθαι φίλους ;

ΟΔΥΣΣΕΥΣ.

Σκληρὰν ἐπαινεῖν οὐ φιλῶ ψυχὴν ἐγώ.

ΑΓΑΜΕΜΝΩΝ.

Ἡμᾶς σὺ δειλοὺς τῇδε θἠμέρᾳ φανεῖς.

ΟΔΥΣΣΕΥΣ.

*Ανδρας μὲν οὖν Ἕλλησι πᾶσιν ἐνδίκους.

ΑΓΑΜΕΜΝΩΝ.

Ανωγας οὖν με τὸν νεκρὸν θάπτειν ἐᾶν;

ΟΔΥΣΣΕΥΣ.

Εγωγε. Καὶ γὰρ αὐτὸς ἐνθάδ ̓ ἕξομαι.

ΑΓΑΜΕΜΝΩΝ.

Η πάνθ' ὅμοια πᾶς ἀνὴρ αὑτῷ πονεί.

ΟΔΥΣΣΕΥΣ.

Τῷ γάρ με μᾶλλον εἰκὸς ἢ 'μαυτῷ πονεῖν ;

ΑΓΑΜΕΜΝΩΝ.

Σὸν ἄρα τοὔργον, οὐκ ἐμὸν κεκλήσεται.

ΟΔΥΣΣΕΥΣ.

Ως ἂν ποιήσῃς, πανταχῆ χρηστός γ ̓ ἔσει.

ΑΓΑΜΕΜΝΩΝ.

̓Αλλ' εὖ γε μέντοι τοῦτ ̓ ἐπίστασ', ὡς ἐγὼ
Σοὶ μὲν νέμοιμ ̓ ἂν τῆσδε καὶ μείζω χάριν

[ocr errors]

1295

1300

1305

Οὗτος δὲ κἀκεῖ κἀνθάδ ̓ ὧν ἔμοιγ' ὁμῶς

ων

Ἔχθιστος ἔσται. Σοὶ δὲ δρᾶν ἔξεσθ ̓ ἃ χρή.

ΧΟΡΟΣ ΣΑΛΑΜΙΝΙΩΝ ΝΑΥΤΩΝ.

Οστις σ', Οδυσσεύ, μὴ λέγει γνώμῃ σοφὸν
Φῦναι, τοιοῦτον ὄντα, μωρός ἐστ ̓ ἀνήρ.

ΟΔΥΣΣΕΥΣ.

Καὶ νῦν γε Τεύκρῳ τἀπὸ τοῦδ ̓ ἀγγέλλομαι
“Οσον τότ ̓ ἐχθρὸς ἦ, τοσόνδ ̓ εἶναι φίλος.
Καὶ τὸν θανόντα τόνδε συνθάπτειν θέλω,
Καὶ ξυμπονεῖν καὶ μηδὲν ἐλλείπειν ὅσον
Χρὴ τοῖς ἀρίστοις ἀνδράσιν πονεῖν βροτούς.

ΤΕΥΚΡΟΣ.

*Αριστ ̓ Οδυσσεῦ, πάντ ̓ ἔχω σ ̓ ἐπαινέσαι
Λόγοισι· καί μ ̓ ἔψευσας ἐλπίδος πολύ.
Τούτῳ γὰρ ἂν ἔχθιστος ̓Αργείων ἀνὴρ
Μόνος παρέστης χερσὶν, οὐδ ̓ ἔτλης παρὼν
Θανόντι τῷδε ζῶν ἐφυβρίσαι μέγα,

Ως ὁ στρατηγὸς οὑπιβρόντητος μολὼν,

Αὐτός τε χὠ ξύναιμος ἠθελησάτην

Λωβητὸν αὐτὸν ἐκβαλεῖν ταφῆς ἄτερ.

Τοιγάρ σφ' Ολύμπου τοῦδ ̓ ὁ πρεσβεύων πατὴρ
Μνήμων τ' Ερινὺς καὶ τελεσφόρος Δίκη
Κακοὺς κακῶς φθείρειαν, ὥσπερ ἤθελον
Τὸν ἄνδρα λώβαις ἐκβαλεῖν ἀναξίως.
Σὲ δ ̓, ὦ γεραιοῦ σπέρμα Λαέρτου πατρὸς,
Τάφου μὲν ὀκνῶ τοῦδ ̓ ἐπιψαύειν ἐᾶν,
Μὴ τῷ θανόντι τοῦτο δυσχερὲς ποιῶ·
Τὰ δ ̓ ἄλλα καὶ ξύμπρασσε, κεἴ τινα στρατοῦ
Θέλεις κομίζειν, οὐδὲν ἄλγος ἕξομεν.

1310

1315

1320

1325

1330

1335

Ἐγὼ δὲ τἄλλα πάντα πορσυνῶ· σὺ δὲ
̓Ανὴρ καθ ̓ ἡμᾶς ἐσθλὸς ὢν ἐπίστασο.

ΟΔΥΣΣΕΥΣ.

̓Αλλ ̓ ἤθελον μέν· εἰ δὲ μή 'στί σοι φίλον
Πράσσειν τάδ ̓ ἡμᾶς, εἶμ ̓, ἐπαινέσας τὸ σόν.

ΤΕΥΚΡΟΣ.

"Αλις· ἤδη γὰρ πολὺς ἐκτέταται

Χρόνος. Αλλ' οἱ μὲν κοίλην κάπετον
Χερσὶ ταχύνετε, τοὶ δ ̓ ὑψίβατον
Τρίποδ ̓ ἀμφίπυρον λουτρῶν ὁσίων
Θέσθ ̓ ἐπίκαιρον·

Μία δ ̓ ἐκ κλισίας ἀνδρῶν ἴλη
Τὸν ὑπασπίδιον κόσμον φερέτω.
Παῖ, σὺ δὲ πατρός γ ̓, ὅσον ἰσχύεις,

συ

Φιλότητι θιγὼν πλευρὰς σὺν ἐμοὶ

Τάσδ ̓ ἐπικούφιζ ̓· ἔτι γὰρ θερμαὶ

Σύριγγες ἄνω φυσῶσι μέλαν

Μένος. Αλλ ̓ ἄγε πᾶς, φίλος ὅστις ἀνὴρ

Φησὶ παρεῖναι, σούσθω, βάτω,

Τῷδ ̓ ἀνδρὶ πονῶν τῷ πάντ ̓ ἀγαθῷ

Κοὐδενί πω

πω λῴονι θνητῶν,

Αἴαντος, ὅτ ̓ ἦν, τότε φωνῶ.

ΧΟΡΟΣ ΣΑΛΑΜΙΝΙΩΝ ΝΑΥΤΩΝ.

Η πολλὰ βροτοῖς ἔστιν ἰδοῦσιν

Γνῶναι· πρὶν ἰδεῖν δ ̓ οὐδεὶς μάντις

Τῶν μελλόντων ὅ τι πράξει.

ΤΕΛΟΣ ΑΙΑΝΤΟΣ ΜΑΣΤΙΓΟΦΟΡΟΥ.

61

1340

1345

1350

1355

« ÎnapoiContinuă »