Οὐκ ἂν ἀτιμάσαιμ' ἂν, ὥστε μὴ λέγειν ΑΓΑΜΕΜΝΩΝ. Σὺ ταῦτ ̓, Οδυσσεῦ, τοῦδ ̓ ὑπερμαχεῖς ἐμοί; ΟΔΥΣΣΕΥΣ. Ἔγωγ ̓· ἐμίσουν δ ̓, ἡνίκ ̓ ἦν μισεῖν καλόν. ΑΓΑΜΕΜΝΩΝ. Οὐ γὰρ θανόντι καὶ προσεμβῆναί σε χρή ; ΟΔΥΣΣΕΥΣ. Μὴ χαῖρ ̓, Ατρείδη, κέρδεσιν τοῖς μὴ καλοῖς. ΑΓΑΜΕΜΝΩΝ. Τόν τοι τύραννον εὐσεβεῖν οὐ ῥᾴδιον. ΟΔΥΣΣΕΥΣ. ̓Αλλ' εὖ λέγουσι τοῖς φίλοις τιμὰς νέμειν. ΑΓΑΜΕΜΝΩΝ. Κλύειν τὸν ἐσθλὸν ἄνδρα χρὴ τῶν ἐν τέλει. ΟΔΥΣΣΕΥΣ. Παῦσαι· κρατεῖς τοι τῶν φίλων νικώμενος. ΑΓΑΜΕΜΝΩΝ. Μέμνησ ̓ ὁποίῳ φωτὶ τὴν χάριν δίδως. ΟΔΥΣΣΕΥΣ, “Οδ ̓ ἐχθρὸς ἀνὴρ, ἀλλὰ γενναῖός ποτ ̓ ἦν, ΑΓΑΜΕΜΝΩΝ. Τί ποτε ποιήσεις ; ἐχθρὸν ὧδ ̓ αἰδεῖ νέκυν ; 1280 1285 1290 ΟΔΥΣΣΕΥΣ. Νικὰ γὰρ ἡ ̓ρετή με τῆς ἔχθρας πολύ. ΑΓΑΜΕΜΝΩΝ. Τοιοίδε μέντοι φῶτες ἔμπληκτοι βροτῶν. ΟΔΥΣΣΕΥΣ. *Η κάρτα πολλοὶ νῦν φίλοι καὖθις πικροί. ΑΓΑΜΕΜΝΩΝ. Τοιούσδ ̓ ἐπαινεῖς δῆτα σὺ κτᾶσθαι φίλους ; ΟΔΥΣΣΕΥΣ. Σκληρὰν ἐπαινεῖν οὐ φιλῶ ψυχὴν ἐγώ. ΑΓΑΜΕΜΝΩΝ. Ἡμᾶς σὺ δειλοὺς τῇδε θἠμέρᾳ φανεῖς. ΟΔΥΣΣΕΥΣ. *Ανδρας μὲν οὖν Ἕλλησι πᾶσιν ἐνδίκους. ΑΓΑΜΕΜΝΩΝ. Ανωγας οὖν με τὸν νεκρὸν θάπτειν ἐᾶν; ΟΔΥΣΣΕΥΣ. Εγωγε. Καὶ γὰρ αὐτὸς ἐνθάδ ̓ ἕξομαι. ΑΓΑΜΕΜΝΩΝ. Η πάνθ' ὅμοια πᾶς ἀνὴρ αὑτῷ πονεί. ΟΔΥΣΣΕΥΣ. Τῷ γάρ με μᾶλλον εἰκὸς ἢ 'μαυτῷ πονεῖν ; ΑΓΑΜΕΜΝΩΝ. Σὸν ἄρα τοὔργον, οὐκ ἐμὸν κεκλήσεται. ΟΔΥΣΣΕΥΣ. Ως ἂν ποιήσῃς, πανταχῆ χρηστός γ ̓ ἔσει. ΑΓΑΜΕΜΝΩΝ. ̓Αλλ' εὖ γε μέντοι τοῦτ ̓ ἐπίστασ', ὡς ἐγὼ 1295 1300 1305 Οὗτος δὲ κἀκεῖ κἀνθάδ ̓ ὧν ἔμοιγ' ὁμῶς ων Ἔχθιστος ἔσται. Σοὶ δὲ δρᾶν ἔξεσθ ̓ ἃ χρή. ΧΟΡΟΣ ΣΑΛΑΜΙΝΙΩΝ ΝΑΥΤΩΝ. Οστις σ', Οδυσσεύ, μὴ λέγει γνώμῃ σοφὸν ΟΔΥΣΣΕΥΣ. Καὶ νῦν γε Τεύκρῳ τἀπὸ τοῦδ ̓ ἀγγέλλομαι ΤΕΥΚΡΟΣ. *Αριστ ̓ Οδυσσεῦ, πάντ ̓ ἔχω σ ̓ ἐπαινέσαι Ως ὁ στρατηγὸς οὑπιβρόντητος μολὼν, Αὐτός τε χὠ ξύναιμος ἠθελησάτην Λωβητὸν αὐτὸν ἐκβαλεῖν ταφῆς ἄτερ. Τοιγάρ σφ' Ολύμπου τοῦδ ̓ ὁ πρεσβεύων πατὴρ 1310 1315 1320 1325 1330 1335 Ἐγὼ δὲ τἄλλα πάντα πορσυνῶ· σὺ δὲ ΟΔΥΣΣΕΥΣ. ̓Αλλ ̓ ἤθελον μέν· εἰ δὲ μή 'στί σοι φίλον ΤΕΥΚΡΟΣ. "Αλις· ἤδη γὰρ πολὺς ἐκτέταται Χρόνος. Αλλ' οἱ μὲν κοίλην κάπετον Μία δ ̓ ἐκ κλισίας ἀνδρῶν ἴλη συ Φιλότητι θιγὼν πλευρὰς σὺν ἐμοὶ Τάσδ ̓ ἐπικούφιζ ̓· ἔτι γὰρ θερμαὶ Σύριγγες ἄνω φυσῶσι μέλαν Μένος. Αλλ ̓ ἄγε πᾶς, φίλος ὅστις ἀνὴρ Φησὶ παρεῖναι, σούσθω, βάτω, Τῷδ ̓ ἀνδρὶ πονῶν τῷ πάντ ̓ ἀγαθῷ Κοὐδενί πω πω λῴονι θνητῶν, Αἴαντος, ὅτ ̓ ἦν, τότε φωνῶ. ΧΟΡΟΣ ΣΑΛΑΜΙΝΙΩΝ ΝΑΥΤΩΝ. Η πολλὰ βροτοῖς ἔστιν ἰδοῦσιν Γνῶναι· πρὶν ἰδεῖν δ ̓ οὐδεὶς μάντις Τῶν μελλόντων ὅ τι πράξει. ΤΕΛΟΣ ΑΙΑΝΤΟΣ ΜΑΣΤΙΓΟΦΟΡΟΥ. 61 1340 1345 1350 1355 |