Imagini ale paginilor
PDF
ePub

Δύσμορος οὔτ ̓ ἐννυχίαν

Τέρψιν ἰαύειν.

Ἐρώτων δ ̓ ἐρώτων ἀπέπαυσεν, ὤμοι.

Κεῖμαι δ ̓ ἀμέριμνος οὕτως,

Αεί πυκιναῖς δρόσοις

[blocks in formation]

1145

1150

Καὶ βελέων θούριος Αἴας,
Νῦν δ ̓ οὗτος ἀνεῖται στυγερῷ
Δαίμονι. Τίς μοι, τίς ἔτ ̓ οὖν

Τέρψις ἐπέσται ;

Γενοίμαν ἵν ̓ ὑλᾶεν ἔπεστι πόντου

Πρόβλημ ̓ ἁλίκλυστον, ἄκραν

Ὑπὸ πλάκα Σουνίου,

Τὰς ἱερὰς ὅπως

Προσείποιμεν ̓Αθάνας.

ΤΕΥΚΡΟΣ.

Καὶ μὴν ἰδὼν ἔσπευσα τὸν στρατηλάτην
̓Αγαμέμνον ̓ ἡμῖν δεῦρο τόνδ ̓ ὁρμώμενον·
Δῆλος δέ μοὐστὶ σκαιὸν ἐκλύσων στόμα.

ΑΓΑΜΕΜΝΩΝ.

Σὲ δὴ τὰ δεινὰ ῥήματ ̓ ἀγγέλλουσί μοι
Τλῆναι καθ ̓ ἡμῶν ὧδ ̓ ἀνοιμωκτελ χανεῖν ;
Σέ τοι, τὸν ἐκ τῆς αἰχμαλωτίδος λέγω,
Η που τραφεὶς ἂν μητρὸς εὐγενοῦς ἄπο
Ὑψήλ ̓ ἐκόμπεις κἀπ ̓ ἄκρων ὁδοιπόρεις,
̔́Οτ ̓ οὐδὲν ὢν τοῦ μηδὲν ἀντεστης ὕπερ,

1155

1160

1165

Κοὔτε στρατηγοὺς οὔτε ναυάρχους μολείν
Ημᾶς ̓Αχαιῶν οὔτε σοῦ διωμόσω·
̓Αλλ' αὐτὸς ἄρχων, ὡς σὺ φῂς, Αἴας ἔπλει.
Ταῦτ ̓ οὐκ ἀκούειν μεγάλα πρὸς δούλων κακά ;
Ποίου κέκραγας ἀνδρὸς ὧδ ̓ ὑπέρφρονα ;
Ποῦ βάντος ἢ τοῦ στάντος οὗπερ οὐκ ἐγώ;
Οὐκ ἆρ ̓ ̓Αχαιοῖς ἄνδρες εἰσὶ πλὴν ὅδε ;
Πικροὺς ἔοιγμεν τῶν ̓Αχιλλείων ὅπλων
Αγώνας Αργείοισι κηρύξαι τότε,

[ocr errors]

Εἰ πανταχοῦ φανούμεθ ̓ ἐκ Τεύκρου κακοὶ,
Κοὐκ ἀρκέσει ποθ ̓ ὑμὶν οὐδ ̓ ἡσσημένοις
Εἴκειν ἃ τοῖς πολλοῖσιν ἤρεσκεν κριταῖς,
Αλλ' αἰὲν ἡμᾶς ἢ κακοῖς βαλεῖτε που
Ἢ σὺν δόλῳ κεντήσεθ ̓ οἱ λελειμμένοι.
Ἐκ τῶνδε μέντοι τῶν τρόπων οὐκ ἄν ποτε
Κατάστασις γένοιτ ̓ ἂν οὐδενὸς νόμου,

αν

Εἰ τοὺς δίκῃ νικῶντας ἐξωθήσομεν

Καὶ τοὺς ὄπισθεν ἐς τὸ πρόσθεν ἄξομεν.

̓Αλλ ̓ εἰρκτέον τάδ ̓ ἐστίν. Οὐ γὰρ οἱ πλατεῖς

Οὐδ ̓ εὐρύνωτοι φῶτες ἀσφαλέστατοι,

̓Αλλ ̓ οἱ φρονοῦντες εὖ κρατοῦσι πανταχοῦ.
Μέγας δὲ πλευρὰ βοῦς ὑπὸ σμικρᾶς ὅμως
Μάστιγος ὀρθὸς εἰς ὁδὸν πορεύεται.
Καὶ σοὶ προσέρπον τοῦτ ̓ ἐγὼ τὸ φάρμακον
Ορῶ τάχ', εἰ μὴ νοῦν κατακτήσει τινά·
Ὃς ἀνδρὸς οὐκέτ ̓ ὄντος, ἀλλ ̓ ἤδη σκιᾶς,
Θαρσῶν ὑβρίζεις κἀξελευθεροστομείς.
Οὐ σωφρονήσεις ; οὐ μαθὼν ὃς εἶ φύσιν
Αλλον τιν ̓ ἄξεις ἄνδρα δεῦρ ̓ ἐλεύθερον,
Οστις πρὸς ἡμᾶς ἀντὶ σοῦ λέξει τὰ σώ ;

1170

1175

1180

1185

1190

1195

Σοῦ γὰρ λέγοντος οὐκέτ ̓ ἂν μάθοιμ ̓ ἐγώ·
Τὴν βάρβαρον γὰρ γλῶσσαν οὐκ ἐπαίω.

ΧΟΡΟΣ ΣΑΛΑΜΙΝΙΩΝ ΝΑΥΤΩΝ.

Εἴθ ̓ ὑμὶν ἀμφοῖν νοῦς γένοιτο σωφρονείν.
Τούτου γὰρ οὐδὲν σφῶν ἔχω λῷον φράσαι.

ΤΕΥΚΡΟΣ.

Φεῦ· τοῦ θανόντος ὡς ταχεῖα τις βροτοῖς
Χάρις διαῤῥεῖ καὶ προδοῦσ ̓ ἁλίσκεται,
Εἰ σοῦ γ ̓ ὅδ ̓ ἀνὴρ οὐδ ̓ ἐπὶ σμικρῶν λόγων,
Αἴας, ἔτ ̓ ἴσχει μνῆστιν, οὗ σὺ πολλάκις
Τὴν σὴν προτείνων προὔκαμες ψυχὴν δορί·
̓Αλλ' οἴχεται δὴ πάντα ταῦτ ̓ ἐῤῥιμμένα.
*Ω πολλὰ λέξας ἄρτι κἀνόνητ ̓ ἔπη,
Οὐ μνημονεύεις οὐκέτ ̓ οὐδὲν, ἡνίκα
Ερκέων ποθ ̓ ὑμᾶς οὗτος ἐγκεκλημένους,
Ηδη τὸ μηδὲν ὄντας, ἐν τροπῇ δορὸς
Εῤῥύσατ ̓ ἐλθὼν μοῦνος, ἀμφὶ μὲν νεῶν
Ακροισιν ἤδη ναυτικοῖς ἑδωλίοις

1200

1205

1210

1215

Πυρὸς φλέγοντος, εἰς δὲ ναυτικὰ σκάφη
Πηδῶντος ἄρδην "Εκτορος τάφρων ὕπερ;

Τίς ταῦτ ̓ ἀπεῖρξεν ; οὐχ ὅδ ̓ ἦν ὁ δρῶν τάδε,
Ὃν οὐδαμοῦ φῂς οὐδὲ συμβῆναι ποδί ;
*Αρ' ὑμὶν οὗτος ταῦτ ̓ ἔδρασεν ἔνδικα ;
Χὤτ ̓ αὖθις αὐτὸς Εκτορος μόνος μόνου,
Λαχών τε κακέλευστος, ἦλθ ̓ ἐναντίος,
Οὐ δραπέτην τὸν κλῆρον ἐς μέσον καθεὶς,
Ὑγρᾶς ἀρούρας βωλον, ἀλλ ̓ ὃς εὐλόφου
Κυνῆς ἔμελλε πρῶτος ἅλμα κουφιεῖν ;

1220

1225

“Οδ ̓ ἦν ὁ πράσσων ταῦτα, σὺν δ ̓ ἐγὼ παρὼν,

Ὁ δοῦλος, οὐκ τῆς βαρβάρου μητρὸς γεγώς.

[ocr errors]

Δύστηνε, ποὺ βλέπων ποτ' αὐτὰ καὶ θροεῖς ;
Οὐκ οἶσθα σοῦ πατρὸς μὲν ὃς προὔφυ πατὴρ
Αρχαῖον ὄντα Πέλοπα βάρβαρον Φρύγα ;
Ατρέα δ ̓, ὃς αὖ σ ̓ ἔσπειρε δυσσεβέστατον,
Προθέντ ̓ ἀδελφῷ δεῖπνον οἰκείων τέκνων ;
Αὐτὸς δὲ μητρὸς ἐξέφυς Κρήσσης, ἐφ ̓ ᾗ
Λαβὼν ἐπακτὸν ἄνδρ ̓ ὁ φιτύσας πατὴρ
Εφῆκεν ἐλλοῖς ἰχθύσιν διαφθοράν.
Τοιοῦτος ὢν τοιῷδ ̓ ὀνειδίζεις σποράν ;
Ὃς ἐκ πατρὸς μέν εἰμι Τελαμῶνος γεγώς,
Ὅστις στρατοῦ τὰ πρῶτ ̓ ἀριστεύσας ἐμὴν
Ἴσχει ξύνευνον μητέρ', ἣ φύσει μὲν ἦν
Βασίλεια, Λαομέδοντος· ἔκκριτον δέ νιν
Δώρημ ̓ ἐκείνῳ 'δωκεν ̓Αλκμήνης γόνος.
Αρ ̓ ὧδ ̓ ἄριστος ἐξ ἀριστέοιν δυοῖν
Βλαστὴν ἂν αἰσχύνοιμι τοὺς πρὸς αἵματος,
Οὓς νῦν σὺ τοιοῖσδ ̓ ἐν πόνοισι κειμένους
'Ωθεῖς ἀθάπτους, οὐδ ̓ ἐπαισχύνει λέγων ;
Εὖ νυν τόδ ̓ ἴσθι, τοῦτον εἰ βαλειτέ που,
Βαλεῖτε χἠμᾶς τρεῖς ὁμοῦ συγκειμένους.
Ἐπεὶ καλόν μοι τοῦδ ̓ ὑπερπονουμένῳ
Θανείν προδήλως μᾶλλον ἢ τῆς σῆς ὑπὲρ
Γυναικὸς, ἢ τοῦ σοῦ ξυναίμονος λέγω.
Πρὸς ταῦθ ̓ ὅρα μὴ τούμὸν, ἀλλὰ καὶ τὸ σόν.
Ως εἴ με πημανεῖς τι, βουλήσει ποτὲ
Καὶ δειλὸς εἶναι μᾶλλον ἢ 'ν ἐμοὶ θρασύς.

ΧΟΡΟΣ ΣΑΛΑΜΙΝΙΩΝ ΝΑΥΤΩΝ.

"Αναξ Οδυσσεύ, καιρὸν ἴσθ ̓ ἐληλυθὼς, Εἰ μὴ ξυνάψων, ἀλλὰ συλλύσων πάρει.

1230

1235

1240

1245

1250

1255

ΟΔΥΣΣΕΥΣ.

Τί δ ̓ ἔστιν, ἄνδρες ; τηλόθεν γὰρ ἐσθόμην
Βοὴν ̓Ατρειδῶν τῷδ ̓ ἐπ ̓ ἀλκίμῳ νεκρῷ.

ΑΓΑΜΕΜΝΩΝ.

Οὐ γὰρ κλύοντές ἐσμεν αἰσχίστους λόγους, *Αναξ Οδυσσεύ, τοῦδ ̓ ὑπ ̓ ἀνδρὸς ἀρτίως ;

ΟΔΥΣΣΕΥΣ.

Ποίους ; ἐγὼ γὰρ ἀνδρὶ συγγνώμην ἔχω
Κλύοντι φλαῦρα συμβαλεῖν ἔπη κακά.

ΑΓΑΜΕΜΝΩΝ.

Ἤκουσεν αἰσχρά· δρῶν γὰρ ἦν τοιαῦτά με.

ΟΔΥΣΣΕΥΣ.

Τί γάρ σ ̓ ἔδρασεν, ὥστε καὶ βλάβην ἔχειν;

ΑΓΑΜΕΜΝΩΝ.

Οὔ φησ ̓ ἐάσειν τόνδε τὸν νεκρὸν ταφῆς "Αμοιρον, ἀλλὰ πρὸς βίαν θάψειν ἐμοῦ.

ΟΔΥΣΣΕΥΣ.

Ἔξεστιν οὖν εἰπόντι τἀληθῆ φίλῳ
Σοὶ μηδὲν ἧσσον ἢ πάρος ξυνηρετεῖν ;

ΑΓΑΜΕΜΝΩΝ.

υκ

Εἴπ'· ἦ γὰρ εἴην οὐκ ἂν εὖ φρονῶν, ἐπεὶ
Φίλον σ ̓ ἐγὼ μέγιστον 'Αργείων νέμω.

ΟΔΥΣΣΕΥΣ.

"Ακουέ νυν. Τὸν ἄνδρα τόνδε πρὸς θεῶν
Μὴ τλῇς ἄθαπτον ὧδ ̓ ἀναλγήτως βαλεῖν·
Μηδ' ἡ βία σε μηδαμῶς νικησάτω
Τοσόνδε μισεῖν ὥστε τὴν δίκην πατεῖν.
Κἀμοὶ γὰρ ἦν ποθ ̓ οὗτος ἔχθιστος στρατοῦ,
Ἐξ οὗ κράτησα τῶν ̓Αχιλλείων ὅπλων·
Αλλ' αὐτὸν ἔμπας ὄντ ̓ ἐγὼ τοιόνδ ̓ ἐμοὶ

1260

1265

1270

1275

« ÎnapoiContinuă »