Imagini ale paginilor
PDF
ePub

ΥΠΟΘΕΣΙΣ.

Τὸ δράμα τῆς Τρωϊκῆς ἐστι πραγματείας, ὥσπερ οἱ ΑΝΤΗΝΟΡΙΔΑΙ, καὶ ΑΙΧΜΑΛΩΤΙΔΕΣ, καὶ ΕΛΕΝΗΣ ΑΡΠΑΓΗ, καὶ ΜΕΜΝΩΝ.Ι Πεπτωκότος γὰρ ἐν τῇ μάχῃ τοῦ ̓Αχιλλέως ἐδόκουν Αἴας τε καὶ Οδυσε σεὺς ἐπ ̓ αὐτῷ πλέον τι ἀριστεύειν περὶ τὴν τοῦ σώματος κομιδήν· καὶ κρινομένων περὶ τῶν ὅπλων κρατεῖ Οδυσσεύς. "Οθεν ὁ Αἴας, τῆς κρίσεως μὴ τυχών, παρακεκίνηται καὶ διέφθαρται τὴν γνώμην, ὥστε ἐφαπτόμενος τῶν ποιμνίων δοκεῖν τοὺς Ἕλληνας διαχρήσασθαι. Καὶ τὰ μὲν ἀνεῖλε τῶν τετραπόδων, τὰ δὲ δήσας ἀπάγει ἐπὶ τὴν σκηνήν ἐν οἷς ἐστι καὶ κριός τις ἔξοχος, ὃν ᾤετο εἶναι Οδυσσέα, ὃν δήσας ἐμαστίγωσεν, ὅθεν καὶ τῇ ἐπιγραφῇ πρόσκειται ὁ ΜΑΣΤΙΓΟΦΟΡΟΣ, ἢ πρὸς ἀντιδιαστολὴν τοῦ ΛΟΚΡΟΥ. Δικαίαρχος δὲ ΑΙΑΝΤΟΣ ΘΑΝΑΤΟΝ ἐπιγράφει. Ἐν δὲ ταῖς διδασκαλίαις ψιλῶς ΑΙΑΣ ἀναγεγραπται.

Ταῦτα μὲν οὖν πράττει ὁ Αἴας· καταλαμβάνει δὲ ̓Αθηνᾶ Οδυσσέα ἐπὶ τῆς σκηνῆς διοπτεύοντα τί ποτε ἄρα πράττει ὁ Αἴας, καὶ δηλοῖ αὐτῷ τὰ πραχθέντα, καὶ προκαλεῖται εἰς τὸ ἐμφανὲς τὸν Αἴαντα ἔτι ἐμμανῆ ὄντα, καὶ ἐπικομπάζοντα, ὡς τῶν ἐχθρῶν ἀνῃρημένων. Καὶ ὁ μὲν εἰσέρχεται ὡς ἐπὶ τῷ μαστιγοῦν τὸν Ὀδυσσέα. Παραγίνεται δὲ Χορὸς Σαλαμινίων ναυτῶν, εἰδὼς μὲν τὸ γεγονὸς, ὅτι ποίμνια ἐσφάγη σαν Ἑλληνικὰ, ἀγνοῶν δὲ τὸν δράσαντα. Εξεισι δὲ καὶ Τέκμησσα, τοῦ Αἴαντος αἰχμάλωτος παλλακὶς, εἰδυῖα μὲν τὸν σφαγέα τῶν ποιμνίων ὅτι Αἴας ἐστὶν, ἀγνοοῦσα δὲ τίνος εἶεν τὰ ποίμνια. Εκάτερος οὖν παρ ̓ ἑκατέρου μαθόντες τὸ ἀγνοούμενον, ὁ Χορὸς μὲν παρὰ Τεκμήσε σης, ὅτι ὁ Αἴας ταῦτα ἔδρασε, Τέκμησσα δὲ παρὰ τοῦ Χοροῦ, ὅτι Ἑλληνικὰ τὰ σφαγέντα ποίμνια, ἀπολοφύρονται· καὶ μάλιστα ὁ Χορός. Οθεν δὴ ὁ Αἴας προελθὼν ἔμφρων γενόμενος ἑαυτὸν ἀπολοφύρεται. Καὶ τούτου ἡ Τέκμησσα δεῖται παύσασθαι τῆς ὀργῆς· ὁ δὲ ὑποκρινόμενος πεπαῦσθαι ἔξεισι καθαρσίων ἕνεκα καὶ ἑαυτὸν διαχρῆται. Εἰσὶ δὲ καὶ ἐπὶ τῷ τέλει τοῦ δράματος λόγοι τινὲς Τεύκρου πρὸς Μενέλαον,

1 In Codice Regio E. non MEMΝΩΝ scriptum, sed ΑΓΑΜΕΜΝΩΝ, librarii prolubio aut errore. Memnonis nusquam alibi, quod equidem sciam, occurrit mentio. BRUNCK.

2 παρακεκίνηται quid sit, docent sequentia quæ idem valent, διέφθαρται τὴν γνώμην. ScHEF. Cf. Suid., T. III. p. 32, ubi eadem junguntur, Excerpta ex Diod. Sic., T. II. p. 565, 20, et Lucianum, T. III. p. 131. Similiter Latini dicunt permoveri mente de insano.

BRUNCK. Item Ien.,

3 διαχρήσασθαι. Codd. quidam διαχειρίζεσθαι. Dresd. a. et sic infra Dresd. a. διαχειρίζεται pro διαχρῆται. WUNDER. 4 ἐπὶ τῷ μαστιγοῦν. Sic Codd. plerique et melioris notæ.

BRUNCK.

Aldus ἐπὶ τὸ

5 Μενέλαον οὐκ ἐῶντα. Wunderus Μενελέων καὶ πρὸς ̓Αγαμέμνονα, οὐκ

οὐκ ἐῶντα θάττειν τὸ σῶμα. Τὸ δὲ πέρας, θάψας αὐτὸν Τεύκρος ἀπολοφύρεται. Παρίστησι δὲ ὁ λόγος τῆς τραγῳδίας ὅτι ἐξ ὀργῆς καὶ φιλονεικίας οἱ ἄνθρωποι ἥκοιεν ἐπὶ τὰ τοιαῦτα νοσήματα, ὥσπερ ὁ Αἴας προσδοκήσας ἐγκρατὴς εἶναι τῶν ὅπλων, καὶ ἀποτυχὼν ἔγνω ἑαυ τὸν ἀνελεῖν. Αἱ δὲ τοιαῦται νῖκαι οὐκ εἰσὶν ἐπωφελεῖς οὐδὲ τοῖς δοκοῦσι νενικηκέναι. Ορα γὰρ καὶ παρ' Ομήρῳ τὰ περὶ τῆς ἥττης τοῦ Αἴαντος πάνυ διὰ βραχέων καὶ περιπαθῶς. (Οδ. λ. 542.) Οἴη δ ̓ Αἴαντος ψυχὴ Τελαμωνιάδαο

Νόσφιν ἀφειστήκει κεχολωμένη εἵνεκα τευχέων.

Εἶτα αὐτοῦ ἄκουε τοῦ κεκρατηκότος· (547.)

Ως δὴ μὴ ὄφελον νικᾶν τοιῷδ ̓ ἐπ ̓ ἀέθλῳ.

Οὐκ ἐλυσιτέλησεν ἄρα αὐτῷ ἡ νίκη, τοιούτου ἀνδρὸς διὰ τὴν ἧτταν ἀποθανόντος.

Η σκηνὴ τοῦ δράματος ἐν τῷ ναυστάθμῳ πρὸς τῇ σκηνῇ τοῦ Αἴαντος. Δαιμονίως δὲ εἰσφέρει προλογίζουσαν τὴν ̓Αθηνῶν. ̓Απίθανον γὰρ τὸν Αἴαντα προϊόντα εἰπεῖν περὶ τῶν αὑτῷ πεπραγμένων, ὥσπερ ἐξε λέγχοντα ἑαυτόν· οὐδὲ μὴν ἕτερός τις ἠπίστατο τὰ τοιαῦτα, ἐν ἀποῤῥήτῳ καὶ νυκτὸς τοῦ Αἴαντος δράσαντος. Θεοῦ οὖν ἦν τὸ ταῦτα διασαφῆσαι, καὶ ̓Αθηνᾶς προκηδομένης τοῦ Ὀδυσσέως, διό φησι· (v. 36.)

Καὶ πάλαι φύλαξ ἔβην

Τῇ σῇ πρόθυμος εἰς ὁδὸν κυνηγίᾳ.

Περὶ δὲ τοῦ θανάτου τοῦ Αἴαντος διαφόρως ἱστορήκασιν. Οἱ μὲν γάρ φασιν ὅτι ὑπὸ Πάριδος τρωθεὶς ἦλθεν εἰς τὰς ναῦς αἱμοῤῥοῶν· οἱ δὲ ὅτι χρησμὸς ἐδόθη Τρωσὶ πηλὸν κατ ̓ αὐτοῦ βαλεῖν· σιδήρῳ γὰρ οὐκ ἦν τρωτός· καὶ οὕτω τελευτᾷ. Οἱ δὲ ὅτι αὐτόχειρ αὑτοῦ γέγο νεν, ὧν ἐστι καὶ Σοφοκλῆς. Περὶ δὲ τῆς πλευρᾶς, ὅτι μόνην αὐτὴν τρωτὴν εἶχεν, ἱστορεῖ καὶ Πίνδαρος, ὅτι τὸ μὲν σῶμα, ὅπερ ἐκάλυψεν ἡ λεοντῆ, ἄτρωτον ἦν, τὸ δὲ μὴ καλυφθὲν τρωτὸν ἔμεινε.

ἐῶντας rescripsit ex Dresd. a. Et ita jam Turn., Steph., et Cantterus. Nec male, opinor.

6 ἥκοιεν. Recte monet Hermannus displicere optativum. Jenensis exhibet ἐμπίπτουσι οἱ ἄνθρωποι. Dresd. a. Turn., Steph., Cant. : ὅτι ἐξ ὀργῆς καὶ λύπης ἄκρας οἱ ἄνθρωποι εἰς μανίαν περιτρέπονται, δὴ καὶ Αἴας πέπονθε, τῶν Αχιλλείων ὅπλων ἀποτυχών. Neque aliter Mosq. a. nisi quod ὃ δὴ καὶ ὁ Αἴας πεπονθὼς, τῶν ̓Αχιλλείων ὅπλων ἀποτυχὼν ἑαυτὸν ἀνεῖλεν præbet.

7 φιλονεικίαι ex Mosq. a. Hermannus dedit pro νίκαι, quem secuti sunt Wund. et Dindorfius.

8 προκηδομένης. Vulgo προσκηδομένης. Eadem commutatio Trachin. ν. 968. Posterius verbum, opinor, ejiciendum e lexicis. SCHEF. Hanc correctionem omnes recentiores post Hermannum receperunt.

....

9 ὅπερ ἐκάλυψεν .. ἔμεινε. Dresd. a. Turn., Steph., Cant.: ὅπερ ἐκάλυπτεν ἡ τοῦ Ἡρακλέους λεοντῆ, ἄτρωτον ἦν. τὸ δὲ μὴ καλυφθέν, ὅπερ ἦν ἡ πλευρά, πρωτὸν ἦν. τὸ κεφάλαιον δὲ τοῦ δράματος Αἴαντος μανία καὶ τελευτή. Cum his conspirat Mosq. a. sed pro πρωτὸν ἦν et verbis sequentibus exhibet πρωτὸν ἔμεινεν. ἡ δὲ ἐπιγραφὴ Αἴας μαστιγοφόρος.

ΑΙΑΣ ΜΑΣΤΙΓΟΦΟΡΟΣ.

ΑΘΗΝΑ.

Αεὶ μέν, ὦ παῖ Λαρτίου, δέδορκά σε
Πειράν τιν ἐχθρῶν ἁρπάσαι θηρώμενον·
Καὶ νῦν ἐπὶ σκηναίς σε ναυτικαῖς ὁρῶ
Αἴαντος, ἔνθα τάξιν ἐσχάτην ἔχει,
Πάλαι κυνηγετοῦντα καὶ μετρούμενον
Ἴχνη τὰ κείνου νεοχάραχθ ̓, ὅπως ἴδῃς
Εἴτ ̓ ἔνδον εἴτ ̓ οὐκ ἔνδον. Εὖ δέ σ ̓ ἐκφέρει
Κυνὸς Λακαίνης ὥς τις εὔρινος βάσις.
Ενδον γὰρ ἀνὴρ ἄρτι τυγχάνει, κάρα
Στάζων ἱδρῶτι καὶ χέρας ξιφοκτόνους.
Καί σ ̓ οὐδὲν εἴσω τῆσδε παπταίνειν πύλης
Ετ ̓ ἔργον ἐστὶν, ἐννέπειν δ ̓ ὅτου χάριν
Σπουδὴν ἔθου τήνδ', ὡς παρ ̓ εἰδυίας μάθης.

ΟΔΥΣΣΕΥΣ.

*Ω φθέγμ' Αθάνας φιλτάτης ἐμοὶ θεῶν,
Ως εὐμαθές σου, κἂν ἄποπτος ᾖς ὅμως,
Φώνημ' ἀκούω καὶ ξυναρπάζω φρενί
Χαλκοστόμου κώδωνος ὡς Τυρσηνικῆς.
Καὶ νῦν ἐπέγνως εὖ μ' ἐπ ̓ ἀνδρὶ δυσμενεί

[merged small][merged small][ocr errors][merged small]

Βάσιν κυκλοῦντ ̓, Αἴαντι τῷ σακεσφόρῳ.
Κεῖνον γάρ, οὐδέν ̓ ἄλλον, ἰχνεύω πάλαι.
Νυκτὸς γὰρ ἡμᾶς τῆσδε πρᾶγος ἄσκοπον
Εχει περάνας, εἴπερ εἴργασται τάδε·
Ισμεν γὰρ οὐδὲν τρανές. Αλλ' ἀλώμεθα·
Κἀγὼ 'θελοντὴς τῷδ ̓ ὑπεζύγην πόνῳ.
Εφθαρμένας γὰρ ἀρτίως εὑρίσκομεν
Λείας ἁπάσας καὶ κατηναρισμένας
Ἐκ χειρὸς αὐτοῖς ποιμνίων ἐπιστάταις.
Τήνδ ̓ οὖν ἐκείνῳ πᾶς τις αἰτίαν νέμει.
Καί μοί τις ὀπτὴρ αὐτὸν εἰσιδὼν μόνον
Πηδῶντα πεδία σὺν νεορράντῳ ξίφει
Φράζει τε κἀδήλωσεν· εὐθέως δ ̓ ἐγὼ
Κατ ̓ ἴχνος ἄσσω, καὶ τὰ μὲν σημαίνομαι,
Τὰ δ ̓ ἐκπέπληγμαι, κοὐκ ἔχω μαθεῖν ὅτου.

Καιρὸν δ ̓ ἐφήκεις· πάντα γὰρ τά τ ̓ οὖν πάρος
Τά τ ̓ εἰσέπειτα σῇ κυβερνῶμαι χερί.

ΑΘΗΝΑ.

Εγνων, Οδυσσεῦ, καὶ πάλαι φύλαξ ἔβην
Τῇ σῇ πρόθυμος εἰς ὁδὸν κυνηγίᾳ.

ΟΔΥΣΣΕΥΣ.

*Η καὶ, φίλη δέσποινα, πρὸς καιρὸν πονῶ ;

ΑΘΗΝΑ.

Ως ἔστιν ἀνδρὸς τοῦδε τἄργα ταῦτά σοι.

ΟΔΥΣΣΕΥΣ.

Καὶ πρὸς τί δυσλόγιστον ὧδ ̓ ᾖξεν χέρα ;

ΑΘΗΝΑ.

Χόλῳ βαρυνθεὶς τῶν ̓Αχιλλείων ὅπλων.

ΟΔΥΣΣΕΥΣ.

Τί δῆτα ποίμναις τήνδ ̓ ἐπεμπίπτει βάσιν ;

20

25

30

35

40

[blocks in formation]

ΑΘΗΝΑ.

Δοκῶν ἐν ὑμῖν χεῖρα χραίνεσθαι φόνῳ.

ΟΔΥΣΣΕΥΣ.

Η καὶ τό βούλευμ ̓ ὡς ἐπ ̓ ̓Αργείοις τόδ ̓ ἦν ;

ΑΘΗΝΑ.

Κἂν ἐξέπραξεν, εἰ κατημέλησ ̓ ἐγώ.

ΟΔΥΣΣΕΥΣ.

Ποίαισι τόλμαις ταῖσδε καὶ φρενῶν θράσει ;

ΑΘΗΝΑ.

Νύκτωρ ἐφ' ὑμᾶς δόλιος ὁρμᾶται μόνος.

ΟΔΥΣΣΕΥΣ.

Η καὶ παρέστη κἀπὶ τέρμ' ἀφίκετο ;

ΑΘΗΝΑ.

Καὶ δὴ ἐπὶ δισσαῖς ἦν στρατηγίσιν πύλαις.

ΟΔΥΣΣΕΥΣ.

Καὶ πῶς ἐπέσχε χεῖρα μαιμῶσαν φόνου ;

ΑΘΗΝΑ.

Εγώ σφ ̓ ἀπείργω, δυσφόρους ἐπ ̓ ὄμμασι
Γνώμας βαλοῦσα τῆς ἀνηκέστου χαρᾶς,
Καὶ πρός τε ποίμνας ἐκτρέπω σύμμικτά τε
Λείας, ἄδαστα βουκόλων φρουρήματα·
"Ενθ ̓ εἰσπεσὼν ἔκειρε πολύκερων φόνον
Κύκλῳ ῥαχίζων· κἀδόκει μὲν ἔσθ ̓ ὅτε
Δισσοὺς ̓Ατρείδας αὐτόχειρ κτείνειν ἔχων,
Οτ ̓ ἄλλοτ ̓ ἄλλον ἐμπίτνων στρατηλατών.
Ἐγὼ δὲ φοιτῶντ ̓ ἄνδρα μανιάσιν νόσοις
Ωτρυνον, εἰσέβαλλον εἰς ἕρκη κακά.
Κάπειτ' ἐπειδὴ τοῦδ ̓ ἐλώφησεν πόνου,
Τοὺς ζῶντας αὖ δεσμοῖσι συνδήσας βοῶν
Ποίμνας τε πάσας ἐς δόμους κομίζεται,

55

60

« ÎnapoiContinuă »