Imagini ale paginilor
PDF
ePub

Κοὐδὲν ἀναύδητον φατίσαιμ ̓ ἂν, εὐτέ γ' ἐξ ἀέλπτων

Αἴας μετανεγνώσθη

Θυμῶν ̓Ατρείδαις μεγάλων τε νεικέων.

ΑΓΓΕΛΟΣ.

"Ανδρες φίλοι, τὸ πρῶτον ἀγγεῖλαι θέλω,
Τεύκρος πάρεστιν ἄρτι Μυσίων ἀπὸ
Κρημνῶν· μέσον δὲ προσμολὼν στρατήγιον
Κυδώζεται τοῖς πᾶσιν ̓Αργείοις ὁμοῦ.
Στείχοντα γὰρ πρόσωθεν αὐτὸν ἐν κύκλῳ
Μαθόντες ἀμφέστησαν, εἶτ ̓ ὀνείδεσιν
Πρασσον ἔνθεν κἄνθεν οὔτις ἔσθ ̓ ὃς οὐ,
Τον τοῦ μανέντος κἀπιβουλευτοῦ στρατοῦ
Ξύναιμον ἀποκαλοῦντες, ὡς οὐκ ἀρκέσοι
Τὸ μὴ οὐ πέτροισι πᾶς καταξανθεὶς θανεῖν.
Ωστ ̓ ἐς τοσοῦτον ἦλθον ὥστε καὶ χεροῖν
Κολεῶν ἐρυστὰ διεπεραιώθη ξίφη.
Λήγει δ ̓ ἔρις δραμοῦσα τοῦ προσωτάτω
̓Ανδρῶν γερόντων ἐν ξυναλλαγῇ λόγου.
Αλλ' ἡμῖν Αἴας που 'στιν, ὡς φράσω τάδε ;
Τοῖς κυρίοις γὰρ πάντα χρὴ δηλοῦν λόγον.

ΧΟΡΟΣ ΣΑΛΑΜΙΝΙΩΝ ΝΑΥΤΩΝ.

Οὐκ ἔνδον, ἀλλὰ φροῦδος ἀρτίως, νέας
Βουλὰς νέοισιν ἐγκαταζεύξας τρόποις.

Ιου ιού.

ΑΓΓΕΛΟΣ.

Βραδείαν ἡμᾶς ἆρ ̓ ὁ τήνδε τὴν ὁδὸν
Πέμπων ἔπεμψεν, ἢ ἐφάνην ἐγὼ βραδύς ;

ΧΟΡΟΣ ΣΑΛΑΜΙΝΙΩΝ ΝΑΥΤΩΝ.

Τί δ ̓ ἐστὶ χρείας τῆσδ ̓ ὑπεσπανισμένον ;

675

680

685

690

695

ΑΓΓΕΛΟΣ.

Τὸν ἄνδρ ̓ ἀπηύδα Τεύκρος ἔνδοθεν στέγης
Μη 'ξω παρήκειν, πρὶν παρὼν αὐτὸς τύχῃ.

ΧΟΡΟΣ ΣΑΛΑΜΙΝΙΩΝ ΝΑΥΤΩΝ.

Αλλ' οἴχεταί τοι, πρὸς τὸ κέρδιστον τραπεὶς
Γνώμης, θεοῖσιν ὡς καταλλαχθῇ χόλου.

ΑΓΓΕΛΟΣ.

Ταῦτ ̓ ἐστὶ τἄπη μωρίας πολλῆς πλέα,
Εἴπερ τι Κάλχας εὖ φρονῶν μαντεύεται.

ΧΟΡΟΣ ΣΑΛΑΜΙΝΙΩΝ ΝΑΥΤΩΝ.
Ποῖον ; τί δ ̓ εἰδὼς τοῦδε πράγματος πέρι ;

ΑΓΓΕΛΟΣ.

Τοσοῦτον οἶδα καὶ παρὼν ἐτύγχανον.
Εκ γὰρ ξυνέδρου καὶ τυραννικοῦ κύκλου
Κάλχας μεταστὰς οἶος ̓Ατρειδῶν δίχα,
Ες χεῖρα Τεύκρου δεξιὰν φιλοφρόνως
Θεὶς εἶπε κἀπέσκηψε παντοία τέχνη
Εἶρξαι κατ' ἦμαρ τοὐμφανὲς τὸ νῦν τόδε
Αἴανθ ̓ ὑπὸ σκηναῖσι μηδ ̓ ἀφέντ ̓ ἐᾶν,
Εἰ ζῶντ ̓ ἐκεῖνον εἰσιδεῖν θέλοι ποτέ,
Ελὰ γὰρ αὐτὸν τῇδε θἠμέρᾳ μόνη
Δίας ̓Αθάνας μῆνις, ὡς ἔφη λέγων.
Τὰ γὰρ περισσὰ κανόνητα σώματα
Πίπτειν βαρείαις πρὸς θεῶν δυσπραξίαις
Εφασχ ̓ ὁ μάντις, ὅστις ἀνθρώπου φύσιν
Βλαστὼν ἔπειτα μὴ κατ ̓ ἄνθρωπον φρονεῖ.
Κεῖνος δ ̓ ἀπ ̓ οἴκων εὐθὺς ἐξορμώμενος
*Ανους καλῶς λέγοντος εὑρέθη πατρός.
Ὁ μὲν γὰρ αὐτὸν ἐννέπει, τέκνον, δόρει
Βούλου κρατεῖν μὲν, ξὺν θεῷ δ ̓ ἀεὶ κρατεῖν.

700

705

710

715

720

Ὁ δ ̓ ὑψικόμπως κἀφρόνως ἠμείψατο,
Πάτερ, θεοῖς μὲν κἂν ὁ μηδὲν ὢν ὁμοῦ
Κράτος κατακτήσαιτ'· ἐγὼ δὲ καὶ δίχα
Κείνων πέποιθα τοῦτ ̓ ἐπισπάσειν κλέος.
Τοσόνδ ̓ ἐκόμπει μῦθον. Εἶτα δεύτερον
Δίας ̓Αθάνας, ἡνίκ ̓ ὀτρύνουσά
Ηὐδατ ̓ ἐπ ̓ ἐχθροῖς χεῖρα φοινίαν τρέπειν,

ΕΠ

Τότ ̓ ἀντιφωνεῖ δεινὸν ἄῤῥητόν τ ̓ ἔπος·
Ανασσα, τοῖς ἄλλοισιν ̓Αργείων πέλας
Ιστω, καθ ̓ ἡμᾶς δ ̓ οὔποτ ̓ ἐκρήξει μάχη.
Τοιοῖσδε τοις λόγοισιν ἀστεργῆ θεᾶς
Εκτήσατ ̓ ὀργὴν, οὐ κατ ̓ ἄνθρωπον φρονῶν.
̓Αλλ ̓ εἴπερ ἔστι τῇδε θἠμέρᾳ, τάχ ̓ ἂν
Γενοίμεθ ̓ αὐτοῦ ξὺν θεῷ σωτήριοι.

Τοσαῦθ ̓ ὁ μάντις εἶφ'· ὁ δ ̓ εὐθὺς ἐξ ἕδρας
Πέμπει με σοὶ φέροντα τάσδ ̓ ἐπιστολὰς
Τεύκρος φυλάσσειν. Εἰ δ ̓ ἀπεστερήμεθα,
Οὐκ ἔστιν ἁνὴρ κεῖνος, εἰ Κάλχας σοφός.

ΧΟΡΟΣ ΣΑΛΑΜΙΝΙΩΝ ΝΑΥΤΩΝ.

*Ω δαΐα Τέκμησσα, δύσμορον γένος, Ορα μολοῦσα τόνδ ̓ ὁποῖ ̓ ἔπη θροεῖ. Ευρεῖ γὰρ ἐν χρῷ τοῦτο μὴ χαίρειν τινά.

ΤΕΚΜΗΣΣΑ.

Τί μ' αὖ τάλαιναν, ἀρτίως πεπαυμένην
Κακῶν ἀτρύτων, ἐξ ἕδρας ἀνίστατε ;

ΧΟΡΟΣ ΣΑΛΑΜΙΝΙΩΝ ΝΑΥΤΩΝ.

Τοῦδ ̓ εἰσάκουε τἀνδρος, ὡς ἥκει φέρων
Αἴαντος ἡμῖν πρᾶξιν ἣν ἤλγησ ̓ ἐγώ.

ΤΕΚΜΗΣΣΑ.

Οἴμοι, τί φῂς, ἄνθρωπε ; μῶν ὀλώλαμεν ;

725

730

735

740

745

ΑΓΓΕΛΟΣ.

Οὐκ οἶδα τὴν σὴν πρᾶξιν, Αἴαντος δ ̓ ὅτι,
Θυραίος εἴπερ ἐστὶν, οὐ θαρσῶ πέρι.

ΤΕΚΜΗΣΣΑ.

Καὶ μὴν θυραῖος, ὥστε μ ̓ ὠδίνειν τί φής.

ΑΓΓΕΛΟΣ.

Ἐκεῖνον εἴργειν Τεῦκρος ἐξεφίεται
Σκηνῆς ὕπαυλον μηδ ̓ ἀφιέναι μόνον.

ΤΕΚΜΗΣΣΑ.

Ποῦ δ ̓ ἐστὶ Τεύκρος, κἀπὶ τῷ λέγει τάδε ;

ΑΓΓΕΛΟΣ.

Πάρεστ ̓ ἐκεῖνος ἄρτι· τήνδε δ ̓ ἔξοδον
Ολεθρίαν Αἴαντος ἐλπίζει φέρειν.

ΤΕΚΜΗΣΣΑ.

Οἴμοι τάλαινα, τοῦ ποτ ̓ ἀνθρώπων μαθών ;

ΑΓΓΕΛΟΣ.

Τοῦ Θεστορείου μάντεως, καθ ̓ ἡμέραν
Τὴν νῦν ὅτ ̓ αὐτῷ θάνατον ἢ βίον φέρει.

ΤΕΚΜΗΣΣΑ.

Οἳ γὼ, φίλοι, πρόστητ ̓ ἀναγκαίας τύχης,

Καὶ σπεύσαθ ̓, οἱ μὲν Τεύκρον ἐν τάχει μολεῖν,

Οἱ δ ̓ ἑσπέρους ἀγκῶνας, οἱ δ ̓ ἀντηλίους
Ζητεῖτ ̓ ἰόντες τἀνδρὸς ἔξοδον κακήν.
Ἔγνωκα γὰρ δὴ φωτὸς ἠπατημένη
Καὶ τῆς παλαιᾶς χάριτος ἐκβεβλημένη.
Οἴμοι, τί δράσω, τέκνον· οὐχ ἱδρυτέον.
̓Αλλ' εἶμι κἀγὼ κεῖσ ̓ ὅποιπερ ἂν σθένω.
Χωρῶμεν, ἐγκονῶμεν, οὐχ ἕδρας ἀκμὴ,
Σώζειν θέλοντες ἄνδρα γ ̓ ὃς σπεύδει θανεῖν.

750

755

760

765

770

ΧΟΡΟΣ ΣΑΛΑΜΙΝΙΩΝ ΝΑΥΤΩΝ.

Χωρεῖν ἕτοιμος, κοὐ λόγῳ δείξω μόνον. Τάχος γὰρ ἔργου καὶ ποδῶν ἅμ ̓ ἕψεται. (Χοροῦ μετάστασις.)

(Εκκύκλημα.)

ΑΙΑΣ.

Ὁ μὲν σφαγεὺς ἕστηκεν ᾗ τομώτατος
Γένοιτ ̓ ἂν, εἴ τῳ καὶ λογίζεσθαι σχολὴ,
Δῶρον μὲν ἀνδρὸς Εκτορος ξένων ἐμοὶ
Μάλιστα μισηθέντος, ἐχθίστου θ ̓ ὁρᾷν.
Πέπηγε δ ̓ ἐν γῇ πολεμίᾳ τῇ Τρῳάδι,
Σιδηροβρῶτι θηγάνη νεακονής.
Ἔπηξα δ ̓ αὐτὸν εὖ περιστείλας ἐγὼ,
Εὐνούστατον τῷδ ̓ ἀνδρὶ διὰ τάχους θανεῖν.
Οὕτω μὲν εὐσκευοῦμεν· ἐκ δὲ τῶνδέ μοι
Σὺ πρῶτος, ὦ Ζεῦ, καὶ γὰρ εἰκὸς, ἄρκεσον.
Αιτήσομαι δέ σ ̓ οὐ μακρὸν γέρας λαχείν.
Πέμψον τιν ̓ ἡμῖν ἄγγελον, κακὴν φάτιν
Τεύκρῳ φέροντα, πρῶτος ὥς με βαστάση
Πεπτῶτα τῷδε περὶ νεοῤῥάντῳ ξίφει,

Καὶ μὴ πρὸς ἐχθρῶν του κατοπτευθεὶς πάρος
Ριφθῶ κυσὶν πρόβλητος οἰωνοῖς θ ̓ ἕλωρ.
Τοσαῦτά σ ̓, ὦ Ζεῦ, προστρέπω, καλῶ θ ̓ ἅμα
Πομπαῖον Ἑρμῆν χθόνιον εὖ με κοιμίσαι,
Εὺν ἀσφαδάστῳ καὶ ταχεῖ πηδήματι
Πλευρὰν διαῤῥήξαντα τῷδε φασγάνω.
Καλῶ δ ̓ ἀρωγοὺς τὰς ἀεί τε παρθένους
̓Αεί θ ̓ ὁρώσας πάντα των βροτοῖς πάθη,
Σεμνὰς Ερινὺς τανύποδας, μαθεῖν ἐμὲ
Πρὸς τῶν ̓Ατρειδῶν ὡς διόλλυμαι τάλας.

775

760

785

790

795

« ÎnapoiContinuă »