Imagini ale paginilor
PDF
ePub

Θήσουσ' ̓Αχαιοῖς μήθ ̓ ὁ λυμεὼν ἐμός.
Αλλ' αὐτό μοι σὺ, παῖ, λαβὼν ἐπώνυμον,
Εὐρύσακες, ἔσχε διὰ πολυῤῥάφου στρέφων
Πόρπακος ἑπτάβοιον ἄῤῥηκτον σάκος ·
Τὰ δ ̓ ἄλλα τεύχη κοίν ̓ ἐμοὶ τεθάψεται.
̓Αλλ' ὡς τάχος τὸν παῖδα τόνδ' ἤδη δέχου,
Καὶ δῶμα πάκτου, μηδ ̓ ἐπισκήνους γόους
Δάκρυε. Κάρτα του φιλοίκτιστον γυνή.
Πύκαζε θάσσον.

Οὐ πρὸς ἰατροῦ σοφοῦ

Θρηνεῖν ἐπῳδὰς πρὸς τομῶντι πήματι.

ΧΟΡΟΣ ΣΑΛΑΜΙΝΙΩΝ ΝΑΥΤΩΝ.

Δέδοικ ̓ ἀκούων τήνδε τὴν προθυμίαν.

Οὐ γάρ μ' ἀρέσκει γλωσσά σου τεθηγμένη.

ΤΕΚΜΗΣΣΑ.

'Ω δέσποτ ̓ Αἴας, τί ποτε δρασείεις φρενί ;

ΑΙΑΣ.

Μὴ κρῖνε, μὴ 'ξέταζε. Σωφρονεῖν καλόν.

ΤΕΚΜΗΣΣΑ.

Οἴμ ̓ ὡς ἀθυμῷ· καί σε πρὸς τοῦ σοῦ τέκνου
Καὶ θεῶν ἱκνοῦμαι μὴ προδους ἡμᾶς γένη.

ΑΙΑΣ.

Αγαν γε λυπείς. Οὐ κάτοισθ ̓ ἐγὼ θεοῖς
Ως οὐδὲν ἀρκεῖν εἴμ ̓ ὀφειλέτης ἔτι ;

550

555

560

565

Εὔφημα φώνει.

ΤΕΚΜΗΣΣΑ.

ΑΙΑΣ.

Τοῖς ἀκούουσιν λέγε.

ΤΕΚΜΗΣΣΑ.

Σὺ δ ̓ οὐχὶ πεισει ;

ΑΙΑΣ.

Πόλλ ̓ ἄγαν ἤδη θροεῖς.

Ταρβὼ γὰρ, ὦναξ.

ΤΕΚΜΗΣΣΑ.

ΑΙΑΣ.

Οὐ ξυνέρξεθ ̓ ὡς τάχος ;

ΤΕΚΜΗΣΣΑ.

Πρὸς θεῶν, μαλάσσου.

ΑΙΑΣ.

Μωρά μοι δοκεῖς φρονεῖν,

Εἰ τοὐμὸν ἦθος ἄρτι παιδεύειν νοεῖς.

ΧΟΡΟΣ ΣΑΛΑΜΙΝΙΩΝ ΝΑΥΤΩΝ.

Στροφή α'.

Ω κλεινὰ Σαλαμὶς, σὺ μέν που

Ναίεις ἁλίπλαγκτος, εὐδαίμων,

Πᾶσιν περίφαντος ἀεί·

Ἐγὼ δ ̓ ὁ τλάμων παλαιὸς ἀφ' οὗ χρόνος

Ιδαία μίμνω λειμωνίᾳ πόα μήλων,

Ανήριθμος αἰὲν εὐνώμα

[blocks in formation]

Ὃν ἐξεπέμψω πρὶν δή ποτε θουρίῳ

Κρατοῦντ ̓ ἐν 'Αρει· νῦν δ ̓ αὖ φρενὸς οἰοβώτας

Φίλοις μέγα πένθος εὕρηται.

Τὰ πρὶν δ ̓ ἔργα χεροίν

Μεγίστας ἀρετᾶς

570

575

580

585

*Αφιλα παρ' ἀφίλοις

Επεσ ̓ ἔπεσε μελέοις 'Ατρείδαις.

Στροφή β'.

Η που παλαιᾷ μὲν ἔντροφος ἡμέρᾳ,

Λευκῷ δὲ γήρᾳ μάτηρ νιν ὅταν νοσοῦντα

Φρενομόρως ἀκούσῃ,

Αἴλινον αἴλινον

Οὐδ ̓ οἰκτρᾶς γόον ὄρνιθος ἀηδοῦς

Ησει δύσμορος, ἀλλ ̓ ὀξυτόνους μὲν ᾠδὰς
Θρηνήσει, χερόπληκτοι δ ̓

Εν στέρνοισι πεσοῦνται

Δοῦποι καὶ πολιᾶς ἄμυγμα χαίτας.

Αντιστροφή β'.

Κρείσσων γὰρ "Αιδα κεύθων ὁ νοσῶν μάταν,

Ὃς ἐκ πατρῴας ἥκων γενεᾶς ἄριστος

Πολυπόνων ̓Αχαιών,

Οὐκ ἔτι συντρόφοις

Οργαῖς ἔμπεδος, ἀλλ ̓ ἐκτὸς ὁμιλεῖ.

Ω τλάμον πάτερ, οἵαν σε μένει πυθέσθαι Παιδὸς δύσφορον ἄταν,

“Αν οὔπώ τις ἔθρεψεν

Αἰὼν Αἰακιδᾶν ἄτερθε τοῦδε.

ΑΙΑΣ.

“Απανθ ̓ ὁ μακρὸς κἀναρίθμητος χρόνος
Φύει τ ̓ ἄδηλα καὶ φανέντα κρύπτεται·
Κοὐκ ἔστ ̓ ἄελπτον οὐδὲν, ἀλλ ̓ ἁλίσκεται
Χὦ δεινὸς ὅρκος χαί περισκελείς φρένες.
Κἀγὼ γὰρ, ὃς τὰ δείν ̓ ἐκαρτέρουν τότε,
Βαφῇ σίδηρος ὡς, ἐθηλύνθην στόμα

Πρὸς τῆσδε τῆς γυναικός· οἰκτείρω δέ νιν

590

595

600

605

610

615

Χήραν παρ' ἐχθροῖς παῖδά τ ̓ ὀρφανὸν λιπεῖν.
Αλλ' είμι πρός τε λουτρὰ καὶ παρακτίους

Λειμώνας, ὡς ἂν λύμαθ ̓ ἁγνίσας ἐμὰ
Μήνιν βαρείαν ἐξαλύξωμαι θεᾶς·

Μολών τε χῶρον ἔνθ ̓ ἂν ἀστιβῆ κίχω

Κρύψω τόδ ̓ ἔγχος τουμόν, ἔχθιστον βελῶν,
Γαίας ὀρύξας ἔνθα μή τις ὄψεται·

[ocr errors]

Αλλ' αὐτὸ νύξ "Αιδης τε σωζόντων κάτω.
Ἐγὼ γὰρ ἐξ οὗ χειρὶ τοῦτ ̓ ἐδεξάμην
Παρ' "Εκτορος δώρημα δυσμενεστάτου,
Οὔπω τι κεδνὸν ἔσχον ̓Αργείων πάρα.
̓Αλλ ̓ ἔστ ̓ ἀληθὴς ἡ βροτῶν παροιμία,
Εχθρῶν ἄδωρα δῶρα κοὐκ ὀνήσιμα.
Τοιγὰρ τὸ λοιπὸν εἰσόμεσθα μὲν θεοῖς
Εἴκειν, μαθησόμεσθα δ' Ατρείδας σέβειν.
Αρχοντές εἰσιν, ὥσθ ̓ ὑπεικτέον. Τί μή;
Καὶ γὰρ τὰ δεινὰ καὶ τὰ καρτερώτατα
Τιμαῖς ὑπείκει· τοῦτο μὲν νιφοστιβεῖς
Χειμώνες ἐκχωροῦσιν εὐκάρπῳ θέρει
Εξίσταται δὲ νυκτὸς αἰανῆς κύκλος
Τῇ λευκοπώλῳ φέγγος ἡμέρᾳ φλέγειν·
Δεινῶν τ ̓ ἄημα πνευμάτων ἐκοίμισε
Στένοντα πόντον· ἐν δ ̓ ὁ παγκρατὴς ὕπνος
Λύει πεδήσας, οὐδ ̓ ἀεὶ λαβὼν ἔχει.
Ἡμεῖς δὲ πῶς οὐ γνωσόμεσθα σωφρονεῖν ;
Ἐγὼ δ ̓, ἐπίσταμαι γὰρ ἀρτίως ὅτι
“Ο τ ̓ ἐχθρὸς ἡμῖν ἐς τοσόνδ ̓ ἐχθαρτέος,
Ως καὶ φιλήσων αὖθις, ἔς τε τὸν φίλον
Τοσαῦθ ̓ ὑπουργῶν ὠφελεῖν βουλήσομαι,
Ως αἰὲν οὐ μενοῦντα. Τοῖς πολλοῖσι γὰρ

620

625

630

635

640

645

Βροτῶν ἄπιστός ἐσθ ̓ ἑταιρείας λιμήν.
̓Αλλ' ἀμφὶ μὲν τούτοισιν εὖ σχήσει· σὺ δὲ
Εσω θεοῖς ἐλθοῦσα διὰ τέλους, γύναι,
Εὔχου τελεῖσθαι τοὐμὸν ὧν ἐρᾷ κέαρ.
Ὑμεῖς θ ̓ ἑταῖροι ταὐτὰ τῇδέ μοι τάδε

650

Τιμᾶτε, Τεύκρῳ τ', ἢν μόλῃ, σημήνατε
Μέλειν μὲν ἡμῶν, εὐνοεῖν δ ̓ ὑμῖν ἅμα.
Ἐγὼ γὰρ εἶμ ̓ ἐκεῖσ ̓ ὅποι πορευτέον·

Ὑμεῖς δ ̓ ἃ φράζω δρᾶτε, καὶ τάχ ̓ ἄν μ ̓ ἴσως
Πύθοισθε, κεὶ νῦν δυστυχῶ, σεσωσμένον.

655

ΧΟΡΟΣ ΣΑΛΑΜΙΝΙΩΝ ΝΑΥΤΩΝ.
Στροφή.

Ἔφριξ ̓ ἔρωτι, περιχαρὴς δ ̓ ἀνεπτόμαν.

Ἰὼ ἰὼ Πὰν Πὰν,

'Ω Πὰν Πὰν ἁλίπλαγκτε Κυλλανίας χιονοκτύπου

Πετραίας ἀπὸ δειράδος φάνηθ ̓, ὦ

Θεῶν χοροποί ̓ ἄναξ, ὅπως μοι

Νύσια Κνώσι ̓ ὀρχήματ ̓ αὐτοδαἢ ξυνὼν ἰάψῃς.

Νῦν γὰρ ἐμοὶ μέλει χορεῦσαι.

Ικαρίων δ ̓ ὑπὲρ πελαγέων μολὼν ἄναξ ̓Απόλλων

Ο Δάλιος, εὔγνωστος,

Εμοι ξυνείη διὰ παντὸς εὔφρων.

Αντιστροφή.

Ἔλυσεν αἰνὸν ἄχος ἀπ ̓ ὀμμάτων "Αρης.

Ιω ιώ. Νῦν αὖ,

Ἰὼ

Νῦν, ὦ Ζεῦ, πάρα λευκὸν εὐάμερον πελάσαι φάος
Θοᾶν ὠκυάλων νεῶν, ὅτ' Αἴας

Λαθίπονος πάλιν, θεῶν δ ̓ αὖ

Πάνθυτα θέσμι ̓ ἐξήνυσ ̓ εὐνομίᾳ σέβων μεγίστα.
Πάνθ ̓ ὁ μέγας χρόνος μαραίνει τε καὶ φλέγει,

660

665

670

« ÎnapoiContinuă »