ΥΠΟΘΕΣΙΣ. Τὸ δράμα τῆς Τρωϊκῆς ἐστι πραγματείας, ὥσπερ οἱ ΑΝΤΗΝΟΡΙΔΑΙ, καὶ ΑΙΧΜΑΛΩΤΙΔΕΣ, καὶ ΕΛΕΝΗΣ ΑΡΠΑΓΗ, καὶ ΜΕΜΝΩΝ. Πεπτωκότος γὰρ ἐν τῇ μάχῃ τοῦ ̓Αχιλλέως ἐδόκουν Αἴας τε καὶ Οδυσσεὺς ἐπ ̓ αὐτῷ πλέον τι ἀριστεύειν περὶ τὴν τοῦ σώματος κομιδήν· καὶ κρινομένων περὶ τῶν ὅπλων κρατεῖ Οδυσσεύς. "Οθεν ὁ Αἴας, τῆς κρίσεως μὴ τυχών, παρακεκίνηται καὶ διέφθαρται τὴν γνώμην, ὥστε ἐφαπτόμενος τῶν ποιμνίων δοκεῖν τοὺς Ἕλληνας διαχρήσασθαι. Καὶ τὰ μὲν ἀνεῖλε τῶν τετραπόδων, τὰ δὲ δήσας ἀπάγει ἐπὶ τὴν σκηνήν· ἐν οἷς ἐστι καὶ κριός τις ἔξοχος, ὃν ᾤετο εἶναι Οδυσσέα, ὃν δήσας ἐμαστίγωσεν, ὅθεν καὶ τῇ ἐπιγραφῇ πρόσκειται ὁ ΜΑΣΤΙΓΟΦΟΡΟΣ, ἢ πρὸς ἀντιδιαστολὴν τοῦ ΛΟΚΡΟΥ. Δικαίαρχος δὲ ΑΙΑΝΤΟΣ ΘΑΝΑ ΤΟΝ ἐπιγράφει. Ἐν δὲ ταῖς διδασκαλίαις ψιλῶς ΑΙΑΣ ἀναγεγραπται. Ταῦτα μὲν οὖν πράττει ὁ Αἴας· καταλαμβάνει δὲ ̓Αθηνᾶ Οδυσσέα ἐπὶ τῆς σκηνῆς διοπτεύοντα τί ποτε ἄρα πράττει ὁ Αἴας, καὶ δηλοῖ αὐτῷ τὰ πραχθέντα, καὶ προκαλεῖται εἰς τὸ ἐμφανὲς τὸν Αἴαντα ἔτι ἐμμανῆ ὄντα, καὶ ἐπικομπάζοντα, ὡς τῶν ἐχθρῶν ἀνῃρημένων. Καὶ ὁ μὲν εἰσέρχεται ὡς ἐπὶ τῷ μαστιγοῦν τὸν Ὀδυσσέα. Παραγίνεται δὲ Χορὸς Σαλαμινίων ναυτῶν, εἰδὼς μὲν τὸ γεγονὸς, ὅτι ποίμνια ἐσφάγησαν Ἑλληνικὰ, ἀγνοῶν δὲ τὸν δράσαντα. Εξεισι δὲ καὶ Τέκμησσα, τοῦ Αἴαντος αἰχμάλωτος παλλακὶς, εἰδυῖα μὲν τὸν σφαγέα τῶν ποιμνίων ὅτι Αἴας ἐστὶν, ἀγνοοῦσα δὲ τίνος εἶεν τὰ ποίμνια. Εκάτερος οὖν παρ ̓ ἑκατέρου μαθόντες τὸ ἀγνοούμενον, ὁ Χορὸς μὲν παρὰ Τεκμήσε σης, ὅτι ὁ Αἴας ταῦτα ἔδρασε, Τέκμησσα δὲ παρὰ τοῦ Χοροῦ, ὅτι Ἑλληνικὰ τὰ σφαγέντα ποίμνια, ἀπολοφύρονται· καὶ μάλιστα ὁ Χορός. Οθεν δὴ ὁ Αἴας προελθὼν ἔμφρων γενόμενος ἑαυτὸν ἀπολοφύρεται. Καὶ τούτου ἡ Τέκμησσα δεῖται παύσασθαι τῆς ὀργῆς· ὁ δὲ ὑποκρινό μενος πεπαῦσθαι ἔξεισι καθαρσίων ἕνεκα καὶ ἑαυτὸν διαχρῆται. Εἰσὶ δὲ καὶ ἐπὶ τῷ τέλει τοῦ δράματος λόγοι τινὲς Τεύκρου πρὸς Μενέλαον, 5 1 In Codice Regio E. non MΕΜΝΩΝ scriptum, sed ΑΓΑΜΕΜΝΩΝ, librarii prolubio aut errore. Memnonis nusquam alibi, quod equidem sciam, occurrit mentio. BRUNCK. 2 παρακεκίνηται quid sit, docent sequentia quæ idem valent, διέφθαρται τὴν γνώμην. SCHEF. Cf. Suid., T. III. p. 32, ubi eadem junguntur, Excerpta ex Diod. Sic., T. II. p. 565, 20, et Lucianum, T. III. p. 131. Similiter Latini dicunt permoveri mente de insano. BRUNCK. 3 διαχρήσασθαι. Codd. quidam διαχειρίζεσθαι. Dresd. a. et sic infra Dresd. a. διαχειρίζεται pro διαχρῆται. 4 ἐπὶ τῷ μαστιγοῦν. Sic Codd. plerique et melioris notæ. BRUNCK. Item Ien., WUNDER. Aldus ἐπὶ τὸ 5 Μενέλαον οὐκ ἐῶντα. Wunderus Μενελέων καὶ πρὸς ̓Αγαμέμνονα, οὐκ οὐκ ἐῶντα θάττειν τὸ σῶμα. Τὸ δὲ πέρας, θάψας αὐτὸν Τεύκρος ἀπολοφύρεται. Παρίστησι δὲ ὁ λόγος τῆς τραγῳδίας ὅτι ἐξ ὀργῆς καὶ φιλονεικίας οἱ ἄνθρωποι ἥκοιεν ἐπὶ τὰ τοιαῦτα νοσήματα, ὥσπερ ὁ Αἴας προσδοκήσας ἐγκρατὴς εἶναι τῶν ὅπλων, καὶ ἀποτυχὼν ἔγνω ἑαυ τὸν ἀνελεῖν. Αἱ δὲ τοιαῦται νῖκαι7 οὐκ εἰσὶν ἐπωφελεῖς οὐδὲ τοῖς δοκοῦσι νενικηκέναι. Ορα γὰρ καὶ παρ' Ομήρῳ τὰ περὶ τῆς ἥττης τοῦ Αἴαντος πάνυ διὰ βραχέων καὶ περιπαθῶς. (Οδ. λ. 542.) Οἴη δ ̓ Αἴαντος ψυχὴ Τελαμωνιάδαο Νόσφιν ἀφειστήκει κεχολωμένη εἵνεκα τευχέων. Εἶτα αὐτοῦ ἄκουε τοῦ κεκρατηκότος· (547.) Ως δὴ μὴ ὄφελον νικᾶν τοιῷδ ̓ ἐπ ̓ ἀέθλῳ. Οὐκ ἐλυσιτέλησεν ἄρα αὐτῷ ἡ νίκη, τοιούτου ἀνδρὸς διὰ τὴν ἧτταν ἀποθανόντος. Η σκηνὴ τοῦ δράματος ἐν τῷ ναυστάθμῳ πρὸς τῇ σκηνῇ τοῦ Αἴαντος. Δαιμονίως δὲ εἰσφέρει προλογίζουσαν τὴν ̓Αθηνῶν. ̓Απίθανον γὰρ τὸν Αἴαντα προϊόντα εἰπεῖν περὶ τῶν αὐτῷ πεπραγμένων, ὥσπερ ἐξε λέγχοντα ἑαυτόν· οὐδὲ μὴν ἕτερός τις ἠπίστατο τὰ τοιαῦτα, ἐν ἀποῤ ῥήτῳ καὶ νυκτὸς τοῦ Αἴαντος δράσαντος. Θεοῦ οὖν ἦν τὸ ταῦτα διασαφῆσαι, καὶ ̓Αθηνᾶς προκηδομένης τοῦ Ὀδυσσέως, διό φησι· (v. 36.) Καὶ πάλαι φύλαξ ἔβην Τῇ σῇ πρόθυμος εἰς ὁδὸν κυνηγίᾳ. Περὶ δὲ τοῦ θανάτου τοῦ Αἴαντος διαφόρως ἱστορήκασιν. Οἱ μὲν γάρ φασιν ὅτι ὑπὸ Πάριδος τρωθεὶς ἦλθεν εἰς τὰς ναῦς αἱμοῤῥοῶν· οἱ δὲ ὅτι χρησμὸς ἐδόθη Τρωσὶ πηλὸν κατ ̓ αὐτοῦ βαλεῖν· σιδήρῳ γὰρ οὐκ ἦν τρωτός· καὶ οὕτω τελευτᾷ. Οἱ δὲ ὅτι αὐτόχειρ αὑτοῦ γέγονεν, ὧν ἐστι καὶ Σοφοκλῆς. Περὶ δὲ τῆς πλευρᾶς, ὅτι μόνην αὐτὴν τρωτὴν εἶχεν, ἱστορεῖ καὶ Πίνδαρος, ὅτι τὸ μὲν σῶμα, ὅπερ ἐκάλυψεν ἡ λεοντῆ, ἄτρωτον ἦν, τὸ δὲ μὴ καλυφθὲν τρωτὸν ἔμεινε. ἐῶντας rescripsit ex Dresd. a. Et ita jam Turn., Steph., et Cantterus. Nec male, opinor. 6 ἥκοιεν. Recte monet Hermannus displicere optativum. Jenensis exhibet ἐμπίπτουσι οἱ ἄνθρωποι. Dresd. a. Turn., Steph., Cant. : ὅτι ἐξ ὀργῆς καὶ λύπης ἄκρας οἱ ἄνθρωποι εἰς μανίαν περιτρέπονται, ὃ δὴ καὶ Αἴας πέπονθε, τῶν ̓Αχιλλείων ὅπλων ἀποτυχών. Neque aliter Mosq. a. nisi quod ὃ δὴ καὶ ὁ Αἴας πεπονθὼς, τῶν ̓Αχιλλείων ὅπλων ἀποτυχὼν ἑαυτὸν ἀνεῖλεν præbet. Η φιλονεικίαι ex Mosq. a. Hermannus dedit pro νίκαι, quem secuti sunt Wund. et Dindorfius. 8 προκηδομένης. Vulgo προσκηδομένης. Eadem commutatio Trachin. ν. 968. Posterius verbum, opinor, ejiciendum e lexicis. SCHÆF. Hanc correctionem omnes recentiores post Hermannum receperunt. 9 ὅπερ ἐκάλυψεν .... ἔμεινε. Dresd. a. Turn., Steph., Cant.: ὅπερ ἐκάλυπτεν ἡ τοῦ Ἡρακλέους λεοντῆ, ἄτρωτον ἦν. τὸ δὲ μὴ καλυφθέν, ὅπερ ἦν ἡ πλευρὰ, τρωτὸν ἦν. τὸ κεφάλαιον δὲ τοῦ δράματος Αἴαντος μανία καὶ τελευτή. Cum his conspirat Mosq. a. sed pro πρωτὸν ἦν et verbis sequentibus exhibet τρωτὸν ἔμεινεν. ἡ δὲ ἐπιγραφὴ Αἴας μαστιγοφόρος. ΑΙΑΣ ΜΑΣΤΙΓΟΦΟΡΟΣ. ΑΘΗΝΑ. *Αεὶ μέν, ὦ παλ Λαρτίου, δέδορκά σε ΟΔΥΣΣΕΥΣ. *Ω φθέγμ' Αθάνας φιλτάτης ἐμοὶ θεῶν, 5 10 15 Βάσιν κυκλοῦντ', Αἴαντι τῷ σακεσφόρῳ. ΑΘΗΝΑ. Εγνων, Οδυσσεῦ, καὶ πάλαι φύλαξ ἔβην ΟΔΥΣΣΕΥΣ. *Η καὶ, φίλη δέσποινα, πρὸς καιρὸν πονῶ ; ΑΘΗΝΑ. Ως ἔστιν ἀνδρὸς τοῦδε τἄργα ταῦτά σοι. ΟΔΥΣΣΕΥΣ. Καὶ πρὸς τί δυσλόγιστον ὧδ ̓ ᾖξεν χέρα ; ΑΘΗΝΑ. Χόλῳ βαρυνθεὶς τῶν ̓Αχιλλείων ὅπλων. ΟΔΥΣΣΕΥΣ. Τί δῆτα ποίμναις τήνδ ̓ ἐπεμπίπτει βάσιν ; 35 40 ΑΘΗΝΑ. Δοκῶν ἐν ὑμῖν χεῖρα χραίνεσθαι φόνῳ. ΟΔΥΣΣΕΥΣ. Η καὶ τό βούλευμ ̓ ὡς ἐπ ̓ ̓Αργείοις τόδ ̓ ἦν ; ΑΘΗΝΑ. Κἂν ἐξέπραξεν, εἰ κατημέλησ ̓ ἐγώ. ΟΔΥΣΣΕΥΣ. Ποίαισι τόλμαις ταῖσδε καὶ φρενῶν θράσει ; ΑΘΗΝΑ. Νύκτωρ ἐφ' ὑμᾶς δόλιος ὁρμᾶται μόνος. ΟΔΥΣΣΕΥΣ. Η καὶ παρέστη κἀπὶ τέρμ' ἀφίκετο ; ΑΘΗΝΑ. Καὶ δὴ ἐπὶ δισσαῖς ἦν στρατηγίσιν πύλαις. ΟΔΥΣΣΕΥΣ. Καὶ πῶς ἐπέσχε χεῖρα μαιμῶσαν φόνου ; ΑΘΗΝΑ. Εγώ σφ ̓ ἀπείργω, δυσφόρους ἐπ ̓ ὄμμασι 55 60 |