Imagini ale paginilor
PDF
ePub

ΕΠ

Κρίνειν ἔμελλε κράτος ἀριστείας τινὶ,
Οὐκ ἄν τις αὔτ ̓ ἔμαρψεν ἄλλος ἀντ ̓ ἐμοῦ.
Νῦν δ ̓ αὔτ ̓ ̓Ατρείδαι φωτὶ παντουργῷ φρένας
Επραξαν, ἀνδρὸς τοῦδ ̓ ἀπώσαντες κράτη.
Κεἰ μὴ τόδ ̓ ὄμμα καὶ φρένες διάστροφοι
Γνώμης ἀπῇξαν τῆς ἐμῆς, οὐκ ἄν ποτε
Δίκην κατ ̓ ἄλλου φωτὸς ὧδ ̓ ἐψήφισαν.
Νῦν δ ̓ ἡ Διὸς γοργῶπις ἀδάματος θεὰ
Ἤδη μ ̓ ἐπ ̓ αὐτοῖς χεῖρ ̓ ἐπεντύνοντ ̓ ἐμὴν
Ἔσφηλεν ἐμβαλοῦσα λυσσώδη νόσον,
Ωστ ̓ ἐν τοιοῖσδε χεῖρας αἱμάξαι βοτοῖς·
Κεῖνοι δ ̓ ἐπεγγελῶσιν ἐκπεφευγότες,
Εμοῦ μὲν οὐχ ἑκόντος· εἰ δέ τις θεῶν
Βλάπτοι, φύγοι τἂν χώ κακὸς τὸν κρείσσονα.
Καὶ νῦν τί χρὴ δρᾶν ; ὅστις ἐμφανῶς θεοῖς
Εχθαίρομαι, μισεῖ δέ μ' ̔Ελλήνων στρατὸς,
Εχθει δε Τροία πᾶσα καὶ πεδία τάδε.
Πότερα πρὸς οἴκους, ναυλόχους λιπὼν ἕδρας
Μόνους τ' Ατρείδας, πέλαγος Αἰγαῖον περῶ ;
Καὶ ποῖον ὄμμα πατρὶ δηλώσω φανεὶς
Τελαμῶνι ; πῶς με τλήσεταί ποτ ̓ εἰσιδεῖν
Γυμνὸν φανέντα τῶν ἀριστείων ἄτερ,

Ων αὐτὸς ἔσχε στέφανον εὐκλείας μέγαν ;
Οὐκ ἔστι τοὔργον τλητόν. ̓Αλλὰ δῆτ ̓ ἰὼν
Πρὸς ἔρυμα Τρώων, ξυμπεσὼν μόνος μόνοις
Καὶ δρῶν τι χρηστὸν, εἶτα λοίσθιον θάνω ;
̓Αλλ ̓ ὧδέ γ' ' Ατρείδας ἂν εὐφράναιμί που.
Οὐκ ἔστι ταῦτα. Πειρά τις ζητητέα
Τοιάδ ̓ ἀφ ̓ ἧς γέροντι δηλώσω πατρὶ
Μή τοι φύσιν γ ̓ ἄσπλαγχνος ἐκ κείνου γεγώς.

420

425

430

435

440

445

Αἰσχρὸν γὰρ ἄνδρα τοῦ μακροῦ χρήζειν βίου,
Κακοῖσιν ὅστις μηδὲν ἐξαλλάσσεται.
Τί γὰρ παρ ̓ ἦμαρ ἡμέρα τέρπειν ἔχει
Προσθεῖσα κἀναθεῖσα τοῦ γε κατθανεῖν ;
Οὐκ ἂν πριαίμην οὐδενὸς λόγου βροτον
Οστις κεναῖσιν ἐλπίσιν θερμαίνεται.
̓Αλλ ̓ ἢ καλῶς ζῆν, ἢ καλῶς τεθνηκέναι
Τον εὐγενῆ χρή. Πάντ ̓ ἀκήκοας λόγον.

ΧΟΡΟΣ ΣΑΛΑΜΙΝΙΩΝ ΝΑΥΤΩΝ.

Οὐδεὶς ἐρεῖ ποθ ̓ ὡς ὑπόβλητον λόγον,
Αἴας, ἔλεξας, ἀλλὰ τῆς σαυτοῦ φρενός.
Παΰσαί γε μέντοι καὶ δὸς ἀνδράσιν φίλοις
Γνώμης κρατῆσαι τάσδε φροντίδας μεθείς.

ΤΕΚΜΗΣΣΑ.

Ω δέσποτ ̓ Αἴας, τῆς ἀναγκαίας τύχης
Οὐκ ἔστιν οὐδὲν μεῖζον ἀνθρώποις κακόν.
Ἐγὼ δ ̓ ἐλευθέρου μὲν ἐξέφυν πατρὸς,
Εἴπερ τινὸς σθένοντος ἐν πλούτῳ Φρυγών
Νῦν δ ̓ εἰμὶ δούλη. Θεοῖς γὰρ ὧδ ̓ ἔδοξέ που
Καὶ σῇ μάλιστα χειρί. Τοιγαροῦν, ἐπεὶ
Το σὸν λέχος ξυνῆλθον, εὖ φρονῶ τὰ σὰ,
Καί σ ̓ ἀντιάζω πρός τ ̓ ἐφεστίου Διὸς
Εὐνῆς τε τῆς σῆς, ᾗ συνηλλάχθης ἐμοὶ,
Μή μ' ἀξιώσης βάξιν ἀλγεινὴν λαβεῖν
Τῶν σῶν ὑπ ̓ ἐχθρῶν, χειρίαν ἐφεὶς τινί.
Ἢν γὰρ θάνῃς σὺ καὶ τελευτήσας ἀφῇς,
Ταύτῃ νόμιζε κἀμὲ τῇ τόθ ̓ ἡμέρα
Βία ξυναρπασθεῖσαν Αργείων ὕπο
Ἐὰν παιδὶ τῷ σῷ δουλίαν ἕξειν τροφήν.
Καί τις πικρὸν πρόσφθεγμα δεσποτῶν ἐρεῖ

450

455

460

465

470

475

Λόγοις ἰάπτων, ἴδετε τὴν ὁμευνέτιν
Αἴαντος, ὃς μέγιστον ἴσχυσε στρατοῦ,
Οἵας λατρείας ἀνθ ̓ ὅσου ζήλου τρέφει.

Τοιαῦτ ̓ ἐρεῖ τις. Κἀμὲ μὲν δαίμων ἐλᾷ,
Σοὶ δ ̓ αἰσχρὰ τἄπη ταῦτα καὶ τῷ σῷ γένει.
Αλλ' αἴδεσαι μὲν πατέρα τὸν σὸν ἐν λυγρῷ
Γήρᾳ προλείπων, αἴδεσαι δὲ μητέρα
Πολλῶν ἐτῶν κληροῦχον, ἥ σε πολλάκις
Θεοῖς ἀρᾶται ζῶντα πρὸς δόμους μολεῖν·
Οἴκτειρε δ ̓, ὦναξ, παῖδα τὸν σὸν, εἰ νέας
Τροφῆς στερηθεὶς σοῦ διοίσεται μόνος
Ὑπ ̓ ὀρφανιστῶν μὴ φίλων, ὅσον κακὸν
Κείνῳ τε κἀμοὶ τοῦθ ̓, ὅταν θάνῃς, νεμεῖς.
Ἐμοὶ γὰρ οὐκ ἔτ ̓ ἐστὶν εἰς ὅ τι βλέπω

Πλὴν σοῦ. Σὺ γάρ μοι πατρίδ ̓ ᾔστωσας δόρει,
Καὶ μητέρ ̓ ἄλλη μοίρα τον φύσαντά τε
Καθεῖλεν "Αιδου θανασίμους οικήτορας.
Τίς δῆτ ̓ ἐμοὶ γένοιτ ̓ ἂν ἀντὶ σοῦ πατρίς ;
Τίς πλοῦτος ; ἐν σοὶ πᾶσ ̓ ἔγωγε σώζομαι.
Αλλ ̓ ἴσχε κάμοῦ μνῆστιν. ̓Ανδρί τοι χρεὼν
Μνήμην προσεῖναι, τερπνὸν εἴ τί που πάθοι.
Χάρις χάριν γάρ ἐστιν ἡ τίκτουσ ̓ ἀεί·
*Οτου δ ̓ ἀποῤῥεῖ μνῆστις εὖ πεπονθότος,
Οὐκ ἂν γένοιτ ̓ ἔθ ̓ οὗτος εὐγενὴς ἀνήρ.

ΧΟΡΟΣ ΣΑΛΑΜΙΝΙΩΝ ΝΑΥΤΩΝ.

Αἴας, ἔχειν σ ̓ ἂν οἶκτον ὡς κἀγὼ φρενὶ
Θελοιμ ̓ ἄν· αἰνοίης γὰρ ἂν τὰ τῆσδ ̓ ἔπη.

ΑΙΑΣ.

Καὶ κάρτ ̓ ἐπαίνου τεύξεται πρὸς γοῦν ἐμοῦ,
Ἐὰν μόνον τὸ ταχθὲν εὖ τολμᾷ τελεῖν.

480

485

490

495

500

ΤΕΚΜΗΣΣΑ.

̓Αλλ ̓, ὦ φίλ ̓ Αἴας, πάντ ̓ ἔγωγε πείσομαι.

ΑΙΑΣ.

Κόμιζέ νύν μοι παῖδα τὸν ἐμὸν, ὡς ἴδω.

ΤΕΚΜΗΣΣΑ.

Καὶ μὴν φόβοισί γ ̓ αὐτὸν ἐξελυσάμην.

ΑΙΑΣ.

Ἐν τοῖσδε τοῖς κακοῖσιν, ἢ τί μοι λέγεις ;

ΤΕΚΜΗΣΣΑ.

Μὴ σοί γέ που δύστηνος ἀντήσας θάνοι.

ΑΙΑΣ.

Πρέπον γέ τἂν ἦν δαίμονος τοὐμοῦ τόδε.

ΤΕΚΜΗΣΣΑ.

̓Αλλ ̓ οὖν ἐγὼ φύλαξα τοῦτό γ' ἀρκέσαι.

ΑΙΑΣ.

Επήνεσ ̓ ἔργον καὶ πρόνοιαν ἣν ἔθου.

ΤΕΚΜΗΣΣΑ.

Τί δῆτ ̓ ἂν ὡς ἐκ τῶνδ ̓ ἂν ὠφελοῖμί σε ;

αν

ΑΙΑΣ.

Δός μοι προσειπεῖν αὐτὸν ἐμφανῆ τ' ἰδεῖν.

ΤΕΚΜΗΣΣΑ.

Καὶ μὴν πέλας γε προσπόλοις φυλάσσεται.

ΑΙΑΣ.

Τί δῆτα μέλλει μὴ οὐ παρουσίαν ἔχειν ;

ΤΕΚΜΗΣΣΑ.

'Ω παί, πατὴρ καλεί σε. Δεύρο προσπόλων "Αγ' αὐτὸν ὅσπερ χερσὶν εὐθύνων κυρεῖς.

ΑΙΑΣ.

Ερποντι φωνεῖς, ἢ λελειμμένῳ λόγου ;

ΤΕΚΜΗΣΣΑ.

Καὶ δὴ κομίζει προσπόλων ὅδ ̓ ἐγγύθεν.

505

510

515

ΑΙΑΣ.

Αἶρ ̓ αὐτὸν, αἶρε δεῦρο. Ταρβήσει γὰρ οὐ
Νεοσφαγή που τόνδε προσλεύσσων φόνον,
Εἴπερ δικαίως ἔστ' ἐμὸς τὰ πατρόθεν.
̓Αλλ' αὐτίκ ̓ ὠμοῖς αὐτὸν ἐν νόμοις πατρὸς
Δεν πωλοδαμνεῖν κἀξομοιοῦσθαι φύσιν.
'Ω παί, γένοιο πατρὸς εὐτυχέστερος,
Τὰ δ ̓ ἄλλ ̓ ὅμοιος· καὶ γένοι ἂν οὐ κακός.
Καίτοι σε καὶ νῦν τοῦτό γε ζηλοῦν ἔχω,
Οθούνεκ' οὐδὲν τῶνδ ̓ ἐπαισθάνει κακῶν.
Ἐν τῷ φρονεῖν γὰρ μηδὲν ἥδιστος βίος,
[Το μὴ φρονεῖν γὰρ κάρτ ̓ ἀνώδυνον κακόν,]
Εως τὸ χαίρειν καὶ τὸ λυπεῖσθαι μάθης.
Οταν δ ̓ ἵκῃ πρὸς τοῦτο, δεῖ σ' ὅπως πατρὸς
Δείξεις ἐν ἐχθροῖς οἷος ἐξ οἵου τράφης.
Τέως δὲ κούφοις πνεύμασιν βόσκου, νέαν
Ψυχὴν ἀτάλλων, μητρὶ τῇδε χαρμονήν.
Οὔτοι σ' ̓Αχαιών, οἶδα, μή τις ὑβρίσῃ
Στυγναῖσι λώβαις, οὐδὲ χωρὶς ὄντ ̓ ἐμοῦ.
Τοῖον πυλωρον φύλακα Τεύκρον ἀμφί σοι
Λείψω τροφῆς ἄοκνον ἔμπα, κεἰ τανῦν
Τηλωπος οἰχνει, δυσμενῶν θήραν ἔχων.
̓Αλλ', ἄνδρες ἀσπιστῆρες, ἐνάλιος λεὼς,
ὑμῖν τε κοινὴν τήνδ ̓ ἐπισκήπτω χάριν,
Κείνῳ τ ̓ ἐμὴν ἀγγείλατ ̓ ἐντολὴν, ὅπως
Τὸν παῖδα τόνδε πρὸς δόμους ἐμοὺς ἄγων
Τελαμώνι δείξει μητρί τ', Εριβοίᾳ λέγω,
Ως σφιν γένηται γηροβοσκὸς εἰς ἀεί.
[Μέχρις οὗ μυχοὺς κίχωσι τοῦ κάτω θεοῦ.]
Καὶ τἀμὰ τεύχη μήτ' ἀγωνάρχαι τινὲς

520

525

530

535

540

545

« ÎnapoiContinuă »