Imagini ale paginilor
PDF
ePub

Ἔλεξα πᾶν ὅσονπερ ἐξηπιστάμην.
Ὁ δ ̓ εὐθὺς ἐξώμωξεν οἰμωγὰς λυγράς,
“Ας οὔποτ ̓ αὐτοῦ πρόσθεν εἰσήκουσ ̓ ἐγώ.
Πρὸς γὰρ κακοῦ τε καὶ βαρυψύχου γόους
Τοιούσδ ̓ ἀεί ποτ ̓ ἀνδρὸς ἐξηγεῖτ ̓ ἔχειν·
̓Αλλ', ἀψόφητος ὀξέων κωκυμάτων
Ὑπεστέναζε ταῦρος ὣς βρυχώμενος.
Νῦν δ ̓ ἐν τοιᾷδε κείμενος κακῇ τύχη
Ασιτος ἁνὴρ, ἄποτος, ἐν μέσοις βοτοῖς
Σιδηροκμῆσιν ἥσυχος θακεῖ πεσών.
Καὶ δῆλός ἐστιν ὥς τι δρασείων κακόν.
Τοιαῦτα γάρ πως καὶ λέγει κὠδύρεται.
̓Αλλ ̓, ὦ φίλοι, τούτων γὰρ οἵνεκ ̓ ἐστάλην,
Αρήξατ' εἰσελθόντες, εἰ δύνασθέ τι.
Φίλων γὰρ οἱ τοιοίδε νικῶνται λόγοις.

ΧΟΡΟΣ ΣΑΛΑΜΙΝΙΩΝ ΝΑΥΤΩΝ.

Τέκμησσα δεινὰ παῖ Τελεύταντος λέγεις
Ἡμῖν, τὸν ἄνδρα διαπεφοιβάσθαι κακοῖς.

305

310

315

Ιώ μοί μοι.

ΑΙΑΣ.

ΤΕΚΜΗΣΣΑ.

Τάχ', ὡς ἔοικε, μᾶλλον· ἢ οὐκ ἠκούσατε
Αἴαντος, οἵαν τήνδε θωύσσει βοήν ;

Ιώ μοί μοι.

ΑΙΑΣ.

ΧΟΡΟΣ ΣΑΛΑΜΙΝΙΩΝ ΝΑΥΤΩΝ.

Ανὴρ ἔοικεν ἢ νοσεῖν, ἢ τοῖς πάλαι

Νοσήμασι ξυνοῦσι λυπεῖσθαι παρών.

Ἰὼ παὶ παῖ.

ΑΙΑΣ.

320

325

ΤΕΚΜΗΣΣΑ.

Ωμοι τάλαιν'· Εὐρύσακες, ἀμφὶ σοὶ βοᾷ.
Τί ποτε μενοινᾷ ; ποῦ ποτ ̓ εἶ ; τάλαιν' ἐγώ.

ΑΙΑΣ.

Τεύκρον καλώ. Ποῦ Τεῦκρος ; ἢ τὸν εἰσαεὶ
Λεηλατήσει χρόνον ; ἐγὼ δ ̓ ἀπόλλυμαι.

ΧΟΡΟΣ ΣΑΛΑΜΙΝΙΩΝ ΝΑΥΤΩΝ.

Ανὴρ φρονεῖν ἔοικεν. Αλλ' ἀνοίγετε.
Τάχ ̓ ἄν τιν ̓ αἰδῶ κἀπ ̓ ἐμοὶ βλέψας λάβοι.

αν

ΤΕΚΜΗΣΣΑ.

Ιδού, διοίγω· προσβλέπειν δ ̓ ἔξεστί σοι
Τὰ τοῦδε πράγη, καὐτὸς ὡς ἔχων κυρεί.

(Ανοίγεται ἡ σκηνή.)

ΑΙΑΣ.

Στροφή α'.

Ἰὼ φίλοι ναυβάται, μόνοι ἐμῶν φίλων

Μόνοι τ ̓ ἐμμένοντες ὀρθῷ νόμῳ,

Ιδεσθέ μ' οἷον ἄρτι κῦμα φοινίας ὑπὸ ζάλης
Αμφίδρομον κυκλείται.

ΧΟΡΟΣ ΣΑΛΑΜΙΝΙΩΝ ΝΑΥΤΩΝ.

Οἴμ' ὡς ἔοικας ὀρθὰ μαρτυρεῖν ἄγαν.

Δηλοῖ δὲ τοὔργον ὡς ἀφροντίστως ἔχει.

ΑΙΑΣ.

Αντιστροφή α'.

Ἰὼ γένος ναΐας ἀρωγὸν τέχνας,

“Αλιον ὃς ἐπέβας ἑλίσσων πλάταν,

Σέ τοι σέ τοι μόνον δέδορκα ποιμένων ἐπαρκέσοντ ̓·
Αλλά με συνδάϊξον.

ΧΟΡΟΣ ΣΑΛΑΜΙΝΙΩΝ ΝΑΥΤΩΝ.

Εὔφημα φώνει. Μὴ κακὸν κακῷ διδοὺς

*Ακος πλέον τὸ πῆμα τῆς ἄτης τίθει.

330

335

340

345

ΑΙΑΣ.

Στροφή β'.

Ορᾷς τὸν θρασὺν, τὸν εὐκάρδιον,
Τὸν ἐν δαΐοις ἄτρεστον μάχαις,
Ἐν ἀφόβοις με θηρσὶ δεινὸν χέρας ;
Οἴμοι γέλωτος, οἷον ὑβρίσθην ἄρα.

ΤΕΚΜΗΣΣΑ.

Μὴ, δέσποτ ̓ Αἴας, λίσσομαί σ', αὔδα τάδε.

ΑΙΑΣ.

Οὐκ ἐκτός ; οὐκ ἄψοῤῥον ἐκνεμεῖ πόδα
Αἰαὶ αἰαῖ.

ΧΟΡΟΣ ΣΑΛΑΜΙΝΙΩΝ ΝΑΥΤΩΝ.

*Ω πρὸς θεῶν ὕπεικε καὶ φρόνησον εὖ.

ΑΙΑΣ.

Ω δύσμορος, ὃς χερὶ μὲν μεθῆκα τοὺς ἀλάστορας,
Ἐν δ ̓ ἑλίκεσσι βουσὶ καὶ κλυτοῖς πεσών αιπολίοις
Ερεμνὸν αἷμ ̓ ἔδευσα.

ΧΟΡΟΣ ΣΑΛΑΜΙΝΙΩΝ ΝΑΥΤΩΝ.

Τί δῆτ ̓ ἂν ἀλγοίης ἐπ ̓ ἐξειργασμένοις ;

Οὐ γὰρ γένοιτ' ἂν ταῦθ ̓ ὅπως οὐχ ὧδ ̓ ἔχειν.

ΑΙΑΣ.

̓Αντιστροφή β'.

Ἰὼ πάνθ ̓ ὁρῶν, ἁπάντων τ ̓ ἀεὶ
Κακῶν ὄργανον, τέκνον Λαρτίου,
Κακοπινέστατόν τ ̓ ἄλημα στρατοῦ,
Η που πολὺν γέλωθ ̓ ὑφ ̓ ἡδονῆς ἄγεις.

ΧΟΡΟΣ ΣΑΛΑΜΙΝΙΩΝ ΝΑΥΤΩΝ.

Εὺν τῷ θεῷ πᾶς καὶ γελᾷ κὠδύρεται.

ΑΙΑΣ.

Ιδοιμί νιν, καίπερ ὧδ ̓ ἀτώμενος.

Ιώ μοί μοι.

350

355

360

365

ΧΟΡΟΣ ΣΑΛΑΜΙΝΙΩΝ ΝΑΥΤΩΝ.

Μηδὲν μέγ ̓ εἴπῃς. Οὐχ ὁρᾷς ἵν' εἶ κακοῦ;

ΑΙΑΣ.

Ω Ζεύ, προγόνων προπάτωρ, πῶς ἂν τὸν αἱμυλώτατον, Εχθρὸν ἄλημα, τούς τε δισσάρχας ὀλέσσας βασιλῆς, Τέλος θάνοιμι καὐτός.

ΤΕΚΜΗΣΣΑ.

Οταν κατεύχῃ ταῦθ ̓, ὁμοῦ καμοὶ θανεῖν
Εὔχου· τί γὰρ δεῖ ζῆν με σοῦ τεθνηκότος ;

Ἰὼ σκότος, ἐμὸν φάος,

ΑΙΑΣ.

Στροφή γ'.

Ερεβος ὦ φαεννότατον, ὡς ἐμοὶ,

Ελεσθ ̓ ἕλεσθέ μ' οἰκήτορα,

Ελεσθέ μ'. Οὔτε γὰρ θεῶν γένος οὔθ ̓ ἁμερίων

Ἔτ ̓ ἄξιος βλέπειν τιν ̓ εἰς ὄνασιν ἀνθρώπων.

̓Αλλά μ' & Διὸς

̓Αλκίμα θεὸς

Ολέθρι ̓ αἰκίζει

370

375

380

[blocks in formation]

Ομοῦ πέλας, μώραις δ ̓ ἄγραις προσκείμεθα,

Πᾶς δὲ στρατὸς δίπαλτος ἄν με

Χειρὶ φονεύοι.

ΤΕΚΜΗΣΣΑ.

*Ω δυστάλαινα, τοιάδ ̓ ἄνδρα χρήσιμον Φωνεῖν, ἢ πρόσθεν οὗτος οὐκ ἔτλη ποτ' ἄν.

[blocks in formation]

385

Πάραλά τ' ἄντρα καὶ νέμος ἐπάκτιον,

Πολὺν πολύν με δαρόν τε δὴ

Κατείχετ' ἀμφὶ Τροίαν χρόνον· ἀλλ ̓ οὐκ ἔτι μ', οὐκ
Ετ ̓ ἀμπνοὰς ἔχοντα. Τοῦτό τις φρονῶν ἴστω.

[blocks in formation]

Εξερέω μέγ', οἷον οὔτινα

Τροία στρατοῦ δέρχθη, χθονὸς μολόντ ̓ ἀπὸ
Ελλανίδος· τανῦν δ ̓ ἄτιμος

Ωδε πρόκειμαι.

ΧΟΡΟΣ ΣΑΛΑΜΙΝΙΩΝ ΝΑΥΤΩΝ.

Οὔτοι σ ̓ ἀπείργειν, οὐδ ̓ ὅπως ἐῶ λέγειν
Ἔχω, κακοῖς τοιοῖσδε συμπεπτωκότα.

ΑΙΑΣ.

Αἰαι· τίς ἄν ποτ ̓ ὤεθ ̓ ὧδ ̓ ἐπώνυμον
Τοὐμὸν ξυνοίσειν ὄνομα τοῖς ἐμοῖς κακοῖς ;
Νῦν γὰρ πάρεστι καὶ δὶς αἰάζειν ἐμοὶ
Καὶ τρίς· τοιούτοις γὰρ κακοῖς ἐντυγχάνω·
Οτοῦ πατὴρ μὲν τῆσδ ̓ ἀπ ̓ ̓Ιδαίας χθονὸς
Τὰ πρῶτα καλλιστεῖ ̓ ἀριστεύσας στρατοῦ
Πρὸς οἶκον ἦλθε πᾶσαν εὔκλειαν φέρων.
Ἐγὼ δ ̓ ὁ κείνου παῖς, τὸν αὐτὸν εἰς τόπον
Τροίας ἐπελθὼν οὐκ ἐλάσσονι σθένει,
Οὐδ ̓ ἔργα μείω χειρὸς ἀρκέσας ἐμῆς,
*Ατιμος ̓Αργείοισιν ὧδ ̓ ἀπόλλυμαι.
Καίτοι τοσοῦτόν γ' ἐξεπίστασθαι δοκῶ,
Εἰ ζῶν ̓Αχιλλεὺς τῶν ὅπλων τῶν ὧν πέρι

390

395

400

405

410

415

« ÎnapoiContinuă »