Imagini ale paginilor
PDF
ePub

Ωρμασε πανδάμους ἐπὶ βοῦς ἀγελαίας,
Η πού τινος νίκας ἀκάρπωτον χάριν,
Η ῥα κλυτῶν ἐνάρων

Ψευσθεῖσ', ἀδώροις εἴτ ̓ ἐλαφηβολίαις ;
Ἢ χαλκοθώραξ ή τιν Ενυάλιος
Μομφὰν ἔχων ξυνοῦ δορὸς ἐννυχίοις
Μαχαναῖς ἐτίσατο λώβαν ;

Αντιστροφή.

Οὔ ποτε γὰρ φρενόθεν γ ̓ ἐπ ̓ ἀριστερά,

Παῖ Τελαμῶνος, ἔβας

ΕΠ

Τόσσον ἐν ποίμναις πίτνων·

Ηκοι γὰρ ἂν θεία νόσος· ἀλλ ̓ ἀπερύκοι

Καὶ Ζεὺς κακὰν καὶ Φοῖβος ̓Αργείων φάτιν.

Εἰ δ ̓ ὑποβαλλόμενοι

Κλέπτουσι μύθους οἱ μεγάλοι βασιλῆς,

Ἢ τᾶς ἀσώτου Σισυφιδᾶν γενεᾶς,

Μὴ μή μ', ἄναξ, ἔθ ̓ ὧδ ̓ ἐφάλοις κλισίαις
Ομμ' ἔχων κακὰν φάτιν ἄρῃ.

Επωδή.

̓Αλλ ̓ ἄνα ἐξ ἑδράνων, ὅπου μακραίωνι

Στηρίζει ποτὲ τῇδ ̓ ἀγωνίῳ σχολᾷ

"Αταν οὐρανίαν φλέγων. ἐχθρῶν δ ̓ ὕβρις

[merged small][merged small][merged small][ocr errors]

175

180

185

190

195

ΤΕΚΜΗΣΣΑ.

200

Ναὸς ἀρωγοὶ τῆς Αἴαντος,

Γενεᾶς χθονίων ἀπ ̓ Ερεχθειδᾶν,

Ἔχομεν στοναχὰς οἱ κηδόμενοι
Τοῦ Τελαμῶνος τηλόθεν οἴκου.

Νῦν γὰρ ὁ δεινὸς μέγας ὠμοκρατὴς

Αἴας θολερῷ

Κεῖται χειμῶνι νοσήσας.

ΧΟΡΟΣ ΣΑΛΑΜΙΝΙΩΝ ΝΑΥΤΩΝ.

Τί δ ̓ ἐνήλλακται τῆς ἁμερίας

Νὺξ ἥδε βάρος ;

Παῖ τοῦ Φρυγίοιο Τελεύταντος,
Λέγ', ἐπεί σε λέχος δουριάλωτον
Στέρξας ἀνέχει θούριος Αἴας·
Ωστ ̓ οὐκ ἂν ἄιδρις ὑπείποις.

ΤΕΚΜΗΣΣΑ.

Πῶς δῆτα λέγω λόγον ἄῤῥητον ;
Θανάτῳ γὰρ ἴσον πάθος ἐκπεύσει.
Μανία γὰρ ἁλοὺς ἡμὶν ὁ κλεινὸς
Νύκτερος Αἴας ἀπελωβήθη.
Τοιαῦτ ̓ ἂν ἴδοις σκηνῆς ἔνδον
Χειροδάϊκτα σφάγι' αἱμοβαφῆ,

Κείνου χρηστήρια τἀνδρός.

ΧΟΡΟΣ ΣΑΛΑΜΙΝΙΩΝ ΝΑΥΤΩΝ.

Στροφή.

205

210

215

Οἵαν ἐδήλωσας ἀνδρὸς αἴθοπος ἀγγελίαν ἄτλατον οὐδὲ

φευκτὰν,

Τῶν μεγάλων Δαναῶν ὕπο κληζομέναν,

Τὰν ὁ μέγας μῦθος ἀέξει.

Οἴμοι φοβοῦμαι το προσέρπον. Περίφαντος ἀνὴρ

Θανεῖται, παραπλήκτῳ χερὶ συγκατακτὰς

220

Κελαινοῖς ξίφεσιν βοτὰ καὶ βοτῆρας ἱππονώμας. 225

ΤΕΚΜΗΣΣΑ.

Ωμοι· κεῖθεν κεῖθεν ἄρ ̓ ἡμῖν

Δεσμώτιν ἄγων ἤλυθε ποίμναν·
Ων τὴν μὲν ἔσω 'σφαζ ̓ ἐπὶ γαίας,
Τὰ δὲ πλευροκοπῶν δίχ ̓ ἀνεῤῥήγνυ.
Δύο δ ̓ ἀργίποδας κριοὺς ἀνελὼν
Τοῦ μὲν κεφαλὴν καὶ γλῶσσαν ἄκραν
Ρίπτει θερίσας, τὸν δ ̓ ὀρθὸν ἄνω
Κίονι δήσας

Μέγαν ἱπποδέτην ῥυτῆρα λαβὼν

Παίει λιγυρᾷ μάστιγι διπλῇ,

Κακὰ δεννάζων ρήμαθ', ἃ δαίμων

Κοὐδεὶς ἀνδρῶν ἐδίδαξεν.

ΧΟΡΟΣ ΣΑΛΑΜΙΝΙΩΝ ΝΑΥΤΩΝ.

Αντιστροφή.

230

235

Ωρα τιν ἤδη κάρα καλύμμασι κρυψάμενον ποδοῖν

κλοπὰν ἀρέσθαι,

Ἢ θοὸν εἰρεσίας ζυγὸν ἑζόμενον

Ποντοπόρῳ ναὶ μεθεῖναι.

Τοίας ἐρέσσουσιν ἀπειλὰς δικρατεῖς ̓Ατρείδαι

Καθ ̓ ἡμῶν· πεφόβημαι λιθόλευστον "Αρη

Ξυναλγεῖν μετὰ τοῦδε τυπείς, τὸν αἰσ ̓ ἄπλατος ἴσχει.

ΤΕΚΜΗΣΣΑ.

Οὐκ ἔτι. Λαμπρᾶς γὰρ ἄτερ στεροπᾶς

240

*Αιξας ὀξὺς νότος ὡς λήγει.

Καὶ νῦν φρόνιμος νέον ἄλγος ἔχει.

Τὸ γὰρ ἐσλεύσσειν οἰκεῖα πάθη,
Μηδενὸς ἄλλου παραπράξαντος,
Μεγάλας ὀδύνας ὑποτείνει.

ΧΟΡΟΣ ΣΑΛΑΜΙΝΙΩΝ ΝΑΥΤΩΝ.

Αλλ' εἰ πέπαυται, κάρτ ̓ ἂν εὐτυχεῖν δοκῶ.
Φρούδου γὰρ ἤδη τοῦ κακοῦ μείων λόγος.

245

250

ΤΕΚΜΗΣΣΑ.

Πότερα δ ̓ ἂν, εἰ νέμοι τις αἵρεσιν, λάβοις,
Φίλους ἀνιῶν αὐτὸς ἡδονὰς ἔχειν,
Ἢ κοινὸς ἐν κοινοῖσι λυπεῖσθαι ξυνών ;

ΧΟΡΟΣ ΣΑΛΑΜΙΝΙΩΝ ΝΑΥΤΩΝ.

Τό τοι διπλάζον, ὦ γύναι, μεῖζον κακόν.

ΤΕΚΜΗΣΣΑ.

Ἡμεῖς ἄρ ̓ οὐ νοσοῦντες ἀτώμεσθα νῦν.

ΧΟΡΟΣ ΣΑΛΑΜΙΝΙΩΝ ΝΑΥΤΩΝ.

Πῶς τοῦτ ̓ ἔλεξας; οὐ κάτοιδ ̓ ὅπως λέγεις.

ΤΕΚΜΗΣΣΑ.

Ανὴρ ἐκεῖνος, ἡνίκ ̓ ἦν ἐν τῇ νόσῳ,

Αὐτὸς μὲν ἥδεθ ̓ οἷσιν εἴχετ ̓ ἐν κακοῖς,
Ἡμᾶς δὲ τοὺς φρονοῦντας ἠνία ξυνών·
Νῦν δ ̓ ὡς ἔληξε κἀνέπνευσε τῆς νόσου,
Κεϊνός τε λύπῃ πᾶς ἐλήλαται κακῇ
Ἡμεῖς θ ̓ ὁμοίως οὐδὲν ἧσσον ἢ πάρος.

Αρ ̓ ἔστι ταῦτα δὶς τόσ ̓ ἐξ ἁπλῶν κακά ;

ΧΟΡΟΣ ΣΑΛΑΜΙΝΙΩΝ ΝΑΥΤΩΝ.

Ξύμφημι δή σοι καὶ δέδοικα μὴ 'κ θεοῦ
Πληγή τις ἥκῃ. Πῶς γὰρ, εἰ πεπαυμένος
Μηδέν τι μᾶλλον ἢ νοσῶν εὐφραίνεται ;

ΤΕΚΜΗΣΣΑ.

Ως ὧδ ̓ ἐχόντων τῶνδ ̓ ἐπίστασθαί σε χρή.

ΧΟΡΟΣ ΣΑΛΑΜΙΝΙΩΝ ΝΑΥΤΩΝ.

Τίς γάρ ποτ' ἀρχὴ τοῦ κακοῦ προσέπτατο ;
Δήλωσον ἡμῖν τοῖς ξυναλγοῦσιν τύχας.

ΤΕΚΜΗΣΣΑ.

"Απαν μαθήσει τοὔργον, ὡς κοινωνὸς ὤν. Κεῖνος γὰρ ἄκρας νυκτός, ἡνίχ ̓ ἕσπεροι

255

260

265

270

αει

Λαμπτῆρες οὐκέτ ̓ ἦθον, ἄμφηκες λαβὼν
Εμαίετ ̓ ἔγχος ἐξόδους ἕρπειν κενάς.
Κἀγὼ ἐπιπλήσσω καὶ λέγω, τί χρῆμα δρᾷς,
Αἴας ; τί τήνδ ̓ ἄκλητος οὔθ ̓ ὑπ ̓ ἀγγέλων
Κληθεὶς ἀφορμᾶς πεῖραν οὔτε τοῦ κλύων
Σάλπιγγος; ἀλλὰ νῦν γε πᾶς εὕδει στρατός.
Ο δ ̓ εἶπε πρός με βαί', ἀεὶ δ ̓ ὑμνούμενα·
Γύναι, γυναιξὶ κόσμον ἡ σιγὴ φέρει.
Κἀγὼ μαθοῦσ ̓ ἔληξ ̓, ὁ δ ̓ ἐσσύθη μόνος.
Καὶ τὰς ἐκεῖ μὲν οὐκ ἔχω λέγειν πάθας·
Ἔσω δ ̓ ἐσῆλθε συνδέτους ἄγων ὁμοῦ
Ταύρους, κύνας βοτῆρας, εὔκερών τ ̓ ἄγραν.
Καὶ τοὺς μὲν ηὐχένιζε, τοὺς δ ̓ ἄνω τρέπων
Ἔσφαζε καῤῥάχιζε, τοὺς δὲ δεσμίους
Πικίζεθ ̓ ὥστε φῶτας ἐν ποίμναις πίτνων.
Τέλος δ ̓ ὑπάξας διὰ θυρῶν σκιᾷ τινὶ
Λόγους ἀνέσπα τοὺς μὲν ̓Ατρειδῶν κάτα,

Τοὺς δ ̓ ἀμφ' Οδυσσεί, ξυντιθεὶς γέλων πολὺν,
Οσην κατ ̓ αὐτῶν ὕβριν ἐκτίσαιτ ̓ ἰών·
Κάπειτ' ἐπάξας αὖθις ἐς δόμους πάλιν
Ἔμφρων μόλις πως ξὺν χρόνῳ καθίσταται,
Καὶ πλῆρες ἄτης ὡς διοπτεύει στέγος,
Παίσας κάρα 'θώϋξεν· ἐν δ ̓ ἐρειπίοις
Νεκρῶν ἐρειφθεὶς ἕζετ ̓ ἀρνείου φόνου,
Κόμην ἀπρὶξ ὄνυξι συλλαβὼν χερί.

Καὶ τὸν μὲν ἧστο πλεῖστον ἄφθογγος χρόνον·
Επειτ ̓ ἐμοὶ τὰ δείν ̓ ἐπηπείλησ ̓ ἔπη,
Εἰ μὴ φανοίην πᾶν τὸ συντυχὸν πάθος,
Κἀνήρετ' ἐν τῷ πράγματος κυροῦ ποτέ.
Κἀγὼ, φίλοι, δείσασα τοὐξειργασμένον

275

280

285

290

295

300

« ÎnapoiContinuă »