Imagini ale paginilor
PDF
ePub
[blocks in formation]

Ὡς ἄνδρας, οὐχ ὡς εὔκερων ἄγραν ἔχων.
Καὶ νῦν κατ' οἴκους ξυνδέτους αἰκίζεται.
Δείξω δὲ καὶ σοὶ τήνδε περιφανῆ νόσον,
Ως πᾶσιν ̓Αργείοισιν εἰσιδὼν θροῇς.
Θαρσῶν δὲ μίμνε μηδὲ συμφορὰν δέχου
Τὸν ἄνδρ'· ἐγὼ γὰρ ὀμμάτων ἀποστρόφους
Αὐγὰς ἀπείρξω σὴν πρόσοψιν εἰσιδεῖν.
Οὗτος, σὲ τὸν τὰς αἰχμαλωτίδας χέρας
Δεσμοῖς ἀπευθύνοντα προσμολεῖν καλῶ•
Αἴαντα φωνῶ· στεῖχε δωμάτων πάρος.

ΟΔΥΣΣΕΥΣ.

Τί δρᾷς, ̓Αθάνα ; μηδαμῶς σφ ̓ ἔξω κάλει.

ΑΘΗΝΑ.

Οὐ σιγ ̓ ἀνέξει μηδὲ δειλίαν ἀρεῖς ;

ΟΔΥΣΣΕΥΣ.

Μὴ πρὸς θεῶν· ἀλλ ̓ ἔνδον ἀρκείτω μένων.

ΑΘΗΝΑ.

Τί μὴ γένηται ; πρόσθεν οὐκ ἀνὴρ ὅδ ̓ ἦν ;

[blocks in formation]
[merged small][ocr errors][merged small][merged small]

ΟΔΥΣΣΕΥΣ.

Πῶς, εἴπερ ὀφθαλμοῖς γε τοῖς αὐτοῖς ὁρᾷ;

ΑΘΗΝΑ.

Ἐγὼ σκοτώσω βλέφαρα καὶ δεδορκότα.

ΟΔΥΣΣΕΥΣ.

Γένοιτο μέντἂν πᾶν θεοῦ τεχνωμένου.

ΑΘΗΝΑ.

Σίγα νυν ἑστὼς καὶ μέν ̓ ὡς κυρεῖς ἔχων.

ΟΔΥΣΣΕΥΣ.

Μένοιμ' ἄν· ἤθελον δ ̓ ἂν ἐκτὸς ὢν τυχεῖν.

ΑΘΗΝΑ.

Ω οὗτος, Αίας, δεύτερόν σε προσκαλώ, Τί βαιὸν οὕτως ἐντρέπει τῆς ξυμμάχου ;

ΑΙΑΣ.

Ω χαίρ' Αθάνα, χαῖρε Διογενές τέκνον, Ὡς εὖ παρέστης· καί σε παγχρύσοις ἐγὼ Στέψω λαφύροις τῆσδε τῆς ἄγρας χάριν.

ΑΘΗΝΑ.

Καλῶς ἔλεξας. Αλλ' ἐκεῖνό μοι φράσον,
Εβαψας ἔγχος εὖ πρὸς 'Αργείων στρατῷ ;

ΑΙΑΣ.

Κόμπος πάρεστι κοὐκ ἀπαρνοῦμαι το μή.

ΑΘΗΝΑ.

*Η καὶ πρὸς 'Ατρείδαισιν ἔχμασας χέρα;

ΑΙΑΣ.

Ωστ ̓ οὔποτ ̓ Αἴανθ ̓ οἶδ ̓ ἀτιμάσουσ ̓ ἔτι.

ΑΘΗΝΑ.

Τεθνάσιν ἄνδρες, ὡς τὸ σὸν ξυνῆκ ̓ ἐγώ.

ΑΙΑΣ.

Θανόντες ἤδη τἄμ' ἀφαιρείσθων ὅπλα.

95

100

ΑΘΗΝΑ.

Εἶεν, τί γὰρ δὴ παῖς ὁ τοῦ Λαερτίου,
Ποῦ σοι τύχης ἕστηκεν ; ἢ πέφευγέ σε ;

ΑΙΑΣ.

*Η τοὐπίτριπτον κίναδος ἐξήρου μ' ὅπου ;

ΑΘΗΝΑ.

Ἔγωγ'· Οδυσσέα, τὸν σὸν ἐνστάτην λέγω.

ΑΙΑΣ.

Ηδιστος, ὦ δέσποινα, δεσμώτης ἔσω
Θακεῖ· θανεῖν γὰρ αὐτὸν οὔ τί πω θελω.

ΑΘΗΝΑ.

Πρὶν ἂν τί δράσης ἢ τί κερδάνῃς πλέον ;

ΑΙΑΣ.

Πρὶν ἂν δεθεὶς πρὸς κίον ἑρκείου στέγης

ΑΘΗΝΑ.

Τί δῆτα τον δύστηνον ἐργάσει κακόν ;

ΑΙΑΣ.

Μάστιγι πρῶτον νῶτα φοινιχθεὶς θάνῃ.

ΑΘΗΝΑ.

Μὴ δῆτα τὸν δύστηνον ὧδέ γ' αἰκίσῃ.

ΑΙΑΣ.

Χαίρειν, ̓Αθάνα, τἄλλ ̓ ἐγώ σ' ἐφίεμαι·
Κεῖνος δὲ τίσει τήνδε κοὐκ ἄλλην δίκην.

ΑΘΗΝΑ.

Σὺ δ ̓ οὖν, ἐπειδὴ τέρψις ἥδε σοι τὸ δρᾶν,
Χρῶ χειρί, φείδου μηδὲν ὧνπερ ἐννοεῖς.

ΑΙΑΣ.

Χωρῶ πρὸς ἔργον· τοῦτό σοι δ ̓ ἐφίεμαι,
Τοιάνδ ̓ ἀεί μοι ξύμμαχον παρεστάναι.

ΑΘΗΝΑ.

Ορᾷς, Οδυσσεύ, τὴν θεῶν ἰσχὺν ὅση ;

105

110

115

Τούτου τίς ἄν σοι τἀνδρὸς ἢ προνούστερος,
Η δρᾶν ἀμείνων εὑρέθη τὰ καίρια ;

ΟΔΥΣΣΕΥΣ.

Ἐγὼ μὲν οὐδέν ̓ οἶδ'· ἐποικτείρω δέ νιν
Δύστηνον ἔμπας, καίπερ ὄντα δυσμενῆ,
Οθούνεκ ἄτῃ συγκατέζευκται κακῇ,
Οὐδὲν τὸ τούτου μᾶλλον ἢ τοὐμὸν σκοπῶν.
Ὁρῶ γὰρ ἡμᾶς οὐδὲν ὄντας ἄλλο πλὴν
Εἴδωλ ̓ ὅσοιπερ ζῶμεν ἢ κούφην σκιάν.

ΑΘΗΝΑ.

Τοιαῦτα τοίνυν εἰσορῶν ὑπέρκοπου
Μηδέν ποτ' εἴπῃς αὐτὸς εἰς θεοὺς ἔπος,
Μηδ ̓ ὄγκον ἄρῃ μηδέν ̓, εἴ τινος πλέον
Ἢ χειρὶ βρίθεις ἢ μακροῦ πλούτου βάθει.
Ως ἡμέρα κλίνει τε κἀνάγει πάλιν
"Απαντα τἀνθρώπεια· τοὺς δὲ σώφρονας
Θεοὶ φιλοῦσι καὶ στυγοῦσι τοὺς κακούς.

ΧΟΡΟΣ ΣΑΛΑΜΙΝΙΩΝ ΝΑΥΤΩΝ.

Τελαμώνιε παῖ, τῆς ἀμφιρύτου
Σαλαμῖνος ἔχων βάθρον ἀγχιάλου,
Σὲ μὲν εὖ πράσσοντ ̓ ἐπιχαίρω·
Σὲ δ ̓ ὅταν πληγὴ Διὸς ἢ ζαμενὴς
Λόγος ἐκ Δαναῶν κακόθρους ἐπιβῇ,
Μέγαν ὄκνον ἔχω καὶ πεφόβημαι
Πτηνῆς ὡς ὄμμα πελείας.

Ως καὶ τῆς νῦν φθιμένης νυκτὸς
Μεγάλοι θόρυβοι κατέχουσ ̓ ἡμᾶς
Επὶ δυσκλείᾳ, σὲ τὸν ἱππομανῆ
Λειμῶν ἐπιβάντ ̓ ὀλέσαι Δαναῶν
Βοτὰ καὶ λείαν,

120

125

130

135

140

145

Ηπερ δορίληπτος ἔτ ̓ ἦν λοιπὴ

Κτείνοντ ̓ αἴθωνι σιδήρῳ.

Τοιούσδε λόγους ψιθύρους πλάσσων
Εἰς ὦτα φέρει πᾶσιν Οδυσσεύς,
Καὶ σφόδρα πείθει. Περὶ γὰρ σοῦ νῦν
Επέιστα λέγει, καὶ πᾶς ὁ κλύων
Τοῦ λέξαντος χαίρει μᾶλλον
Τοῖς σοῖς ἄχεσιν καθυβρίζων.

Τῶν γὰρ μεγάλων ψυχῶν ἱεὶς

Οὐκ ἂν ἁμάρτοι· κατὰ δ ̓ ἄν τις ἐμοῦ
Τοιαῦτα λέγων οὐκ ἂν πείθοι·
Πρὸς γὰρ τὸν ἔχονθ ̓ ὁ φθόνος ἕρπει.
Καίτοι σμικροὶ μεγάλων χωρὶς
Σφαλερὸν πύργου ῥῦμα πέλονται·
Μετὰ γὰρ μεγάλων βαιὸς ἄριστ ̓ ἂν
Καὶ μέγας ὀρθοῖθ ̓ ὑπὸ μικροτέρων.
Αλλ' οὐ δυνατὸν τοὺς ἀνοήτους
Τούτων γνώμας προδιδάσκειν.
Ὑπὸ τοιούτων ἀνδρῶν θορυβεῖ
Χἠμεῖς οὐδὲν σθένομεν πρὸς ταῦτ ̓
̓Απαλέξασθαι σοῦ χωρὶς, ἄναξ.

̓Αλλ' ὅτε γὰρ δὴ τὸ σὸν ὄμμ ̓ ἀπέδραν,
Παταγοῦσιν ἅτε πτηνῶν ἀγέλαι·
Μέγαν αἰγυπιὸν δ ̓ ὑποδείσαντες
Τάχ ̓ ἂν, ἐξαίφνης εἶ σὺ φανείης,

Σιγῇ πτήξειαν ἄφωνοι.

Στροφή.

Η ρά σε Ταυροπόλα Διὸς "Αρτεμις,

'Ω μεγάλα φάτις, ὦ

Μᾶτερ αἰσχύνας ἐμᾶς,

150

155

160

165

170

« ÎnapoiContinuă »