Imagini ale paginilor
PDF
ePub

1167 ΣΤΡ. ὦ φίλος, ὦ φίλος.

ΣΩΚ. ἄπιθι λαβὼν τὸν υἱόν.
ΣΤΡ. ἰὼ ἰὼ τέκνον.

1170 του ιού.

ὡς ἥδομαί σου πρῶτα τὴν χροιὰν ἰδών. νῦν μέν γ' ἰδεῖν εἶ πρῶτον ἐξαρνητικὸς κἀντιλογικός, καὶ τοῦτο τοὐπιχώριον ἀτεχνῶς ἐπανθεῖ, “ τὸ τί λέγεις σύ;” καὶ δοκεῖν 1175 ἀδικοῦντ ̓ ἀδικεῖσθαι καὶ κακουργοῦντ ̓, οἶδ' ὅτι. ἐπὶ τοῦ προσώπου τ ̓ ἐστὶν ̓Αττικὸν βλέπος. νῦν οὖν ὅπως σώσεις μ', ἐπεὶ κἀπώλεσας. ΦΕΙ. ψεβεῖ δὲ δὴ τί;

1180

1185

ΣΤΡ.

τὴν ἔνην τε καὶ νέαν. ΦΕΙ. ἔνη γάρ ἐστι καὶ νέα τις ἡμέρα ; ΣΤΡ. εἰς ἣν γε θήσειν τὰ πρυτανεῖά φασί μοι. ΦΕΙ. ἀπολοῦσ ̓ ἄρ ̓ αὔθ ̓ οἱ θέντες· οὐ γὰρ ἔσθ ̓ ὅπως

μί' ἡμέρα γένοιτ' ἂν ἡμέραι δύο.

ΣΤΡ. οὐκ ἂν γένοιτο ;

ΦΕΙ.

αὑτὴ γένοιτ ̓ ἂν γραῦς τε καὶ νέα γυνή.
ΣΤΡ. καὶ μὴν νενόμισταί γ'.

ΦΕΙ.

πῶς γάρ ; εἰ μή πέρ γ ̓ ἅμα

οὐ γὰρ, οἶμαι, τὸν νόμον

νοεῖ δὲ τί ;

ἴσασιν ὀρθῶς ὅ τι νοεῖ.

ΣΤΡ.

ΦΕΙ. ὁ Σόλων ὁ παλαιὸς ἦν φιλόδημος τὴν

φύσιν.

ΣΤΡ. τουτὶ μὲν οὐδέν πω πρὸς ἔνην τε καὶ νέαν.
ΦΕΙ. ἐκεῖνος οὖν τὴν κλῆσιν εἰς δύ ̓ ἡμέρας

1190 ἔθηκεν, εἴς γε τὴν ἔνην τε καὶ νέαν,

· ἵν' αἱ θέσεις γίγνοιντο τῇ νουμηνία.
ΣΤΡ. ἵνα δὴ τί τὴν ἔνην προσέθηκεν ;
ΦΕΙ.

ἵν ̓, ὦ μέλε,

παρόντες οἱ φεύγοντες ἡμέρᾳ μια
πρότερον ἀπαλλάττοινθ ̓ ἑκόντες, εἰ δὲ μή,

1195 ἕωθεν ὑπανιῷντο τῇ νουμηνία.

ΣΤΡ. πῶς οὐ δέχονται δῆτα τῇ νουμηνίᾳ ἀρχαὶ τὰ πρυτανεῖς, ἀλλ ̓ ἔνῃ τε καὶ νέᾳ ; ΦΕΙ. ὅπερ οἱ προτένθαι γὰρ δοκοῦσί μοι

ποιεῖν.

1199 ἵν ̓ ὡς τάχιστα τὰ πρυτανεῖ ̓ ὑφελοίατο, 1200 διὰ τοῦτο προυτένθευσαν ἡμέρᾳ μιᾷ.

ΣΤΡ. εὖ γ ̓, ὦ κακοδαίμονες, τί κάθησθ ̓
ἀβέλτεροι,

ἡμέτερα κέρδη τῶν σοφῶν, ὄντες λίθοι,
ἀριθμός, πρόβατ ̓ ἄλλως, ἀμφορῆς νενησμέ-

νοι ;

ὥστ ̓ εἰς ἐμαυτὸν καὶ τὸν υἱὸν τουτονὶ 1205 ἐπ ̓ εὐτυχίαισιν ᾀστέον μουγκώμιον. μάκαρ ὦ Στρεψίαδες,

αὐτός τ' ἔφυς ὡς σοφός,
χοἶον τὸν υἱὸν τρέφεις,
φήσουσι δή μ' οἱ φίλοι

1210 χοί δημόται

ζηλοῦντες ἡνίκ ̓ ἂν σὺ νικᾷς λέγων τὰς δίκας. ἀλλ ̓ εἰσάγων σε βούλομαι πρῶτον ἑστιᾶσαι.

ΠΑΣΙΑΣ.

εἶτ ̓ ἄνδρα τῶν αὐτοῦ τι χρὴ προϊέναι ; 1215 οὐδέποτέ γ', ἀλλὰ κρεῖττον ἦν εὐθὺς τότε ἀπερυθριᾶσαι μᾶλλον ἢ σχεῖν πράγματα, ὅτε τῶν ἐμαυτοῦ γ ̓ ἕνεκα νυνὶ χρημάτων ἕλκω σε κλητεύσοντα, καὶ γενήσομαι ἐχθρὸς ἔτι πρὸς τούτοισιν ἀνδρὶ δημότη. 1220 ἀτὰρ οὐδέποτέ γε τὴν πατρίδα καταισχυνῶ ζῶν, ἀλλὰ καλοῦμαι Στρεψιάδην

ΣΤΡ.

ΠΑ. ἐς τὴν ἔνην τε καὶ νέαν.

ΣΤΡ.

τίς ουτοσί ;

μαρτύρομαι,

ὅτι ἐς δύ ̓ εἶπεν ἡμέρας. Τοῦ χρήματος ;
ΠΑ. τῶν δώδεκα μνῶν, ὃς ἔλαβες ὠνούμενος
τὸν ψαρὸν ἵππον.

1225 ΣΤΡ.

1230

ἵππον; οὐκ ἀκούετε, ὃν πάντες ὑμεῖς ἴστε μισοῦνθ ̓ ἱππικήν.

ΠΑ. καὶ νὴ Δί' ἀποδώσειν γ ̓ ἐπώμνυς τοὺς θεούς.

ΣΤΡ. μὰ τὸν Δί· οὐ γάρ πω τότ' ἐξηπί

στατο

Φειδιππίδης μοι τὸν ἀκατάβλητον λόγον.
ΠΑ. νῦν δὲ διὰ τοῦτ ̓ ἔξαρνος εἶναι διανοεῖ;

[blocks in formation]

ΣΤΡ. ποίους θεούς ;

ΠΑ. τὸν Δία, τὸν Ἑρμῆν, τὸν Ποσειδῶ.
ΣΤΡ.

νὴ Δία, 1235 κἂν προσκαταθείην γ', ὥστ ̓ ὀμόσαι, τριώβολον. ΠΑ. ἀπόλοιο τοίνυν ἕνεκ ̓ ἀναιδείας ἔτι. ΣΤΡ. ἁλσὶν διασμηχθεὶς ἔναιτ ̓ ἂν οὗτοσί. ΠΑ. οἴμ ̓ ὡς καταγελάς.

1240

ΣΤΡ.

ἓξ χοᾶς χωρήσεται.

ΠΑ. οὔ τοι μὰ τὸν Δία τὸν μέγαν καὶ τοὺς

θεοὺς

ἐμοῦ καταπροίξει.

ΣΤΡ.

θαυμασίως ἥσθην θεοῖς,

καὶ Ζεὺς γέλοιος ὀμνύμενος τοῖς εἰδόσιν.
ΠΑ. ἦ μὴν σὺ τούτων τῷ χρόνῳ δώσεις

δίκην.

ἀλλ ̓ εἴτ ̓ ἀποδώσεις μοι τὰ χρήματ ̓ εἴτε μή,
ἀπόπεμψον ἀποκρινάμενος.

ΣΤΡ.

ἔχε νυν ἥσυχος.

1245 ἐγὼ γὰρ αὐτίκ ̓ ἀποκρινοῦμαί σοι σαφῶς. ΠΑ. τί σοι δοκεῖ δράσειν;

ΜΑΡΤΥΣ.

ἀποδώσειν μοι δοκεῖ.

ΣΤΡ. που 'σθ ̓ οὗτος ἁπαιτῶν με ταργύριον;

λέγε,

τουτὶ τί ἐστί ;

ΠΑ. τοῦθ ̓ ὅ τι ἐστί ; κάρδοπος.

ΣΤΡ. ἔπειτ ̓ ἀπαιτεῖς τἀργύριον τοιοῦτος ὤν;

1250 οὐκ ἂν ἀποδοίην οὐδ ̓ ἂν ὀβολὸν οὐδενί, ὅστις καλέσειε κάρδοπον τὴν καρδόπην. ΠΑ. οὐκ ἄρ ̓ ἀποδώσεις;

[blocks in formation]

1256

ΣΤΡ. προσαποβαλεῖς ἄρ ̓ αὐτὰ πρὸς ταῖς
δώδεκα.

καίτοι σε τοῦτο γ' οὐχὶ βούλομαι παθεῖν,
ὁτιὴ κάλεσας εὐηθικῶς τὴν κάρδοπον.

ιώ μοί μοι.

ΣΤΡ. ἔα.

ΑΜΥΝΙΑΣ.

1260 τίς ουτοσί ποτ ̓ ἔσθ' ὁ θρηνῶν ; οὔ τί που τῶν Καρκίνου τις δαιμόνων ἐφθέγξατο;

ΑΜ. τί δ ̓ ὅστις εἰμί, τοῦτο βούλεσθ ̓ εἰδέναι; ἀνὴρ κακοδαίμων.

ΣΤΡ.

κατὰ σεαυτόν νυν τρέπου. ΑΜ. ὦ σκληρὲ δαῖμον, ὦ τύχαι θραυσάντυγες 1265 ἵππων ἐμῶν· ὦ Παλλάς, ὥς μ' ἀπώλεσας. ΣΤΡ. τί δαί σε Τληπόλεμός ποτ ̓ εἴργασται κακόν ;

1270

1275

ΑΜ. μὴ σκωπτέ μ ̓, ὦ τῶν, ἀλλά μοι τὰ
χρήματα

τὸν υἱὸν ἀποδοῦναι κέλευσον ἃ ἔλαβεν,
ἄλλως τε μέντοι καὶ κακῶς πεπραγότι.
ΣΤΡ. τὰ ποῖα ταῦτα χρήμαθ' ;

ΑΜ.

ἃ δανείσατο.

ΣΤΡ. κακῶς ἄρ ̓ ὄντως εἶχες, ὥς γ ̓ ἐμοὶ δο

κεῖς.

ΑΜ. ἵππους ἐλαύνων ἐξέπεσον νὴ τοὺς θεούς. ΣΤΡ. τί δῆτα ληρεῖς ὥσπερ ἀπ ̓ ὄνου καταπεσών ;

ΑΜ. ληρῶ, τὰ χρήματ ̓ ἀπολαβεῖν εἰ βούλο

μαι ;

ΣΤΡ. οὐκ ἔσθ' ὅπως σύ γ' αὐτὸς ὑγιαίνεις.
ΑΜ.

τί δαί; ΣΤΡ. τὸν ἐγκέφαλον ὥσπερ σεσεῖσθαί μοι

δοκεῖς.

ΑΜ. σὺ δὲ νὴ τὸν Ἑρμῆν προσκεκλήσεσθαί

γέ μοι,

εἰ μἀποδώσεις ταργύριον.

ΣΤΡ.

κάτειπέ νυν,

πότερα νομίζεις καινὸν ἀεὶ τὸν Δία

1280 ὕειν ὕδωρ ἑκάστοτ', ἢ τὸν ἥλιον

E

1981 ἕλκειν κάτωθεν ταὐτὸ τοῦθ ̓ ὕδωρ πάλιν; ΑΜ. οὐκ οἶδ ̓ ἔγωγ ̓ ὁπότερον, οὐδέ μοι μέλει. ΣΤΡ. πῶς οὖν ἀπολαβεῖν τἀργύριον δίκαιος εἶ,

1285

εἰ μηδὲν οἶσθα τῶν μετεώρων πραγμάτων ;
ΑΜ. ἀλλ ̓ εἰ σπανίζεις, ταργυρίου μοι τὸν
τόκου

ἀπόδος γε.

ΣΤΡ. τοῦτο δ ̓ ἔσθ ̓ ὁ τόκος τί θηρίον;
ΑΜ. τί δ' ἄλλο γ ̓ ἢ κατὰ μῆνα καὶ καθ ̓

ἡμέραν

πλέον πλέον ταργύριον ἀεὶ γίγνεται,

ὑποῤῥέοντος τοῦ χρόνου;

ΣΤΡ.

καλῶς λέγεις.

1290 τί δῆτα ; τὴν θάλατταν ἔσθ' ὅτι πλείονα

νυνὶ νομίζεις ἢ πρὸ τοῦ ;

ΑΜ.

μὰ Δί', ἀλλ ̓ ἴσην.

οὐ γὰρ δίκαιον πλείον εἶναι.

ΣΤΡ.

κατα πως αὕτη μέν, ὦ κακόδαιμον, οὐδὲν γίγνεται ἐπιῤῥεόντων τῶν ποταμῶν πλείων, σὺ δὲ 1295 ζητεῖς ποιῆσαι τἀργύριον πλεῖον τὸ σύν; οὐκ ἀποδιώξει σαυτὸν ἀπὸ τῆς οἰκίας ; φέρε μοι τὸ κέντρον.

ΑΜ.

ταῦτ ̓ ἐγὼ μαρτύρομαι. ΣΤΡ. ὕπαγε, τί μέλλεις; οὐκ ἐλᾷς, ὦ σαμφόρα;

1300 φεύγεις ; ἔμελλον σ ̓ ἄρα κινήσειν ἐγὼ

αὐτοῖς τροχοῖς τοῖς σοῖσι καὶ ξυνωρίσιν.
ΧΟΡ. οἷον τὸ πραγμάτων ἐρᾷν φλαύρων ὁ
γὰρ

γέρων ὕδ ̓ ἐρασθεὶς

1305 ἀποστερῆσαι βούλεται
τὰ χρήμαθ ̓ ἃ δανείσατο·
κοὐκ ἔσθ' ὅπως οὐ τήμερον
λήψεταί τι πράγμ', ὃ τοῦ-

τον ποιήσει τὸν σοφιστὴν

*

**

1310 ὧν πανουργεῖν ἤρξατ', ἐξαίφνης λαβεῖν και

κόν τι.

οἶμαι γὰρ αὐτὸν αὐτίχ ̓ εὑρήσειν ὅπερ

« ÎnapoiContinuă »