Imagini ale paginilor
PDF
ePub

569 καὶ μεγαλώνυμον ἡμέτερον πατέρ',
570 αιθέρα σεμνότατον, βιοθρέμμονα πάντων
τὸν θ ̓ ἱππονώμαν, ὃς ύπερ-
λάμπροις ἀκτῖσιν κατέχει
γῆς πέδον, μέγας ἐν θεοῖς
ἐν θνητοῖσί τε δαίμων.

575 ὦ σοφώτατοι θεαταί, δεῦρο τὸν νοῦν πρόσχετε. ἠδικημέναι γὰρ ὑμῖν μεμφόμεσθ' ἐναντίον

πλεῖστα γὰρ θεῶν ἁπάντων ὠφελούσαις τὴν πόλιν,

δαιμόνων ἡμῖν μόναις οὐ θύετ ̓ οὐδὲ σπένδετε, αἵτινες τηροῦμεν ὑμᾶς. Ην γὰρ ᾖ τις ἔξοδος 580 μηδενὶ ξὺν νῷ, τότ ̓ ἢ βροντῶμεν ἢ ψακάζομεν. εἶτα τὸν θεοῖσιν ἐχθρὸν βυρσοδέψην Παφλαγόνα

ἡνίχ' ᾑρεῖσθε στρατηγόν, τὰς ἀφοῦς συνήγομεν καποιοῦμεν δεινά βροντὴ δ' ἐῤῥάγη δι' ἀστραπῆς

ἡ σελήνη δ' ἐξέλειπε τὰς ὁδούς· ὁ δ ̓ ἥλιος 585 τὴν θρυαλλίδ ̓ εἰς ἑαυτὸν εὐθέως ξυνελκύσας

οὐ φανεῖν ἔφασκεν ὑμῖν, εἰ στρατηγήσει Κλέων. ἀλλ ̓ ὅμως εἵλεσθε τοῦτον· φασὶ γὰρ δυσβουλίαν τῇδε τῇ πόλει προσεῖναι, ταῦτα μέντοι τοὺς θεοὺς

ἅττ ̓ ἂν ὑμεῖς ἐξαμάρτητ', ἐπὶ τὸ βέλτιον τρέπειν. 590 ὡς δὲ καὶ τοῦτο ξυνοίσει ῥᾳδίως διδάξομεν.

ἢν Κλέωνα τὸν λάρον δώρων ἑλόντες καὶ κλοπῆς, εἶτα φιμώσητε τούτου τῷ ξύλῳ τὸν αὐχένα, αὖθις ἐς τἀρχαῖον ὑμῖν, εἴ τι κἀξημάρτετε, ἐπὶ τὸ βέλτιον τὸ πρᾶγμα τῇ πόλει συνοίσεται. 595 ἀμφί μοι αὖτε, Φοῖβ' ἄναξ

Δήλιε, Κυνθίαν ἔχων

ὑψικέρατα πέτραν

ἥ τ' Ἐφέσου μάκαιρα πάγχρυσον ἔχεις

600 οἶκον, ἐν ᾧ κόραι σε Λυδῶν μεγάλως σέβουσιν· ἥ τ ̓ ἐπιχώριος ἡμετέρα θεός,

αἰγίδος ἡνίοχος, πολιοῦχος ̓Αθάνα

Παρνασίαν θ' ὃς κατέχων

πέτραν σὺν πεύκαις σελαγεῖ

605 Βάκχαις Δελφίσιν ἐμπρέπων,

606 κωμαστὴς Διόνυσος.

ἡνίχ ̓ ἡμεῖς δεῦρ ̓ ἀφορμᾶσθαι παρεσκευάσμεθα, ἡ Σελήνη συντυχοῦσ ̓ ἡμῖν ἐπέστειλεν φράσαι, πρῶτα μὲν χαίρειν Αθηναίοισι καὶ τοῖς ξυμμά

χοις"

610 εἶτα θυμαίνειν ἔφασκε ̇ δεινὰ γὰρ πεπονθέναι, ὠφελοῦσ ̓ ὑμᾶς ἅπαντας, οὐ λόγοις, ἀλλ' ἐμφανῶς.

πρῶτα μὲν τοῦ μηνὸς εἰς δᾅδ ̓ οὐκ ἔλαττον ἢ δραχμήν,

ὥστε καὶ λέγειν ἅπαντας ἐξιόντας ἑσπέρας,

μὴ πρίῃ, παῖ, δᾷδ', ἐπειδ: φῶς Σεληναίης καλόν. 615 ἄλλα τ' εὖ δρᾷν φησιν, ὑμᾶς δ ̓ οὐκ ἄγειν τὰς ἡμέρας

οὐδὲν ὀρθῶς, ἀλλ ̓ ἄνω τε καὶ κάτω κυδοιδοπᾷν ὥστ ̓ ἀπειλεῖν φησιν αὐτῇ τοὺς θεοὺς ἑκάστοτε ἡνίκ ̓ ἂν ψευσθῶσι δείπνου, κἀπίωσιν οἴκαδε, τῆς ἑορτῆς μὴ τυχόντες κατὰ λόγον τῶν ἡμε ρών.

620 καθ ̓ ὅταν θύειν δέῃ, στρεβλοῦτε καὶ δικάζετε πολλάκις δ ̓ ἡμῶν ἀγόντων τῶν θεῶν ἀπαστίαν, ἡνίκ ̓ ἂν πενθώμεν ἢ τὸν Μέμνον ̓ ἢ Σαρπηδόνα, σπένδεθ ̓ ὑμεῖς καὶ γελᾶτ ̓ ἀνθ' ὧν λαχὼν Ὑπέρβολος

τῆτες ἱερομνημονεῖν, κἄπειθ ̓ ὑφ ̓ ἡμῶν τῶν θεῶν 625 τὸν στέφανον ἀφηρέθη μᾶλλον γὰρ οὕτως εἴ

σεται

κατὰ σελήνην ὡς ἄγειν χρὴ τοῦ βίου τὰς ἡμέ

ρας.

ΣΩΚ. μὰ τὴν ̓Αναπνοήν, μὰ τὸ Χάος, μὰ τὸν ̓Αέρα,

οὐκ εἶδον οὕτως ἄνδρ ̓ ἄγροικον οὐδένα οὐδ ̓ ἄπορον οὐδὲ σκαιὸν οὐδ ̓ ἐπιλήσμονα 630 ὅστις σκαλαθυρμάτι' ἄττα μικρὰ μανθάνων, ταῦτ ̓ ἐπιλέλησται πρὶν μαθεῖν· ὅμως γε μὴν αὐτὸν καλῶ θύραζε δευρὶ πρὸς τὸ φῶς. ποῦ Στρεψιάδης ; ἔξει τὸν ἀσκάντην λαβών.

ΣΤΡ. ἀλλ ̓ οὐκ ἐῶσί μ ̓ ἐξενεγκεῖν οἱ κόρεις. ΣΩΚ. ἀνύσας τι κατάθου, καὶ πρόσεχε τὸν νοῦν.

635

ΣΤΡ.

ἰδού.

ΣΩΚ. ἄγε δή, τί βούλει πρῶτα νυνὶ μανθά

νειν

ὧν οὐκ ἐδιδάχθης πώποτ ̓ οὐδέν ; εἰπέ μοι. πότερα περὶ μέτρων ἢ περὶ ἐπῶν ἢ ῥυθμῶν ; ΣΤΡ. περὶ τῶν μέτρων ἔγωγ ̓ ἔναγχος γάρ

ΠΟΤΕ

640 ὑπ' ἀλφιταμοιβοῦ παρεκόπην διχοινίκῳ. ΣΩΚ. οὐ τοῦτ ̓ ἐρωτῶ σ ̓, ἀλλ ̓ ὅ τι κάλλιστον

μέτρον

ἡγεῖ· πότερον τὸ τρίμετρον ἢ τὸ τετράμετρον; ΣΤΡ. ἐγὼ μὲν οὐδὲν πρότερον ἡμιεκτέου. ΣΩΚ. οὐδὲν λέγεις, ὦ 'νθρωπε.

ΣΤΡ.

περίδου νυν ἐμοί, 645 εἰ μὴ τετράμετρόν ἐστιν ἡμιεκτέον.

ΣΩΚ. ἐς κόρακας, ὡς ἄγροικος εἶ καὶ δυσ

μαθής.

ταχὺ δ ̓ ἂν δύναιο μανθάνειν περὶ ῥυθμῶν.
ΣΤΡ. τί δέ μ' ὠφελήσουσ ̓ οἱ ῥυθμοὶ πρὸς
τἄλφιτα ;

ΣΩΚ. πρῶτον μὲν εἶναι κομψὸν ἐν συνουσίᾳ, 650 ἐπαΐονθ' ὁποῖος ἐστι τῶν ῥυθμῶν

655

660

κατ ̓ ἐνόπλιον, χωποῖος αὖ κατὰ δάκτυλον.
ΣΤΡ. κατὰ δάκτυλον ; νὴ τὸν Δί' ἀλλ ̓ οἶδ'.
ΣΩΚ.
εἰπὲ δή.
ΣΤΡ. τίς ἄλλος ἀντὶ τουτουῒ τοῦ δακτύλου;
πρὸ τοῦ μὲν, ἔτ ̓ ἐμοῦ παιδὸς ὄντος, οὑτοσί.
ΣΩΚ. ἀγρεῖος εἶ καὶ σκαιός.

ΣΤΡ.

οὐ γὰρ, «ζυρέ, τούτων ἐπιθυμῷ μανθάνειν οὐδέν.

τί δαί;

ΣΩΚ.
ΣΤΡ. ἐκεῖν ̓ ἐκεῖνο, τὸν ἀδικώτατον λόγον.
ΣΩΚ. ἀλλ ̓ ἕτερα δεί σε πρότερα τούτων μαν-
θάνειν,

τῶν τετραπόδων ἅττ ̓ ἐστὶν ὀρθῶς ἄῤῥενα.
ΣΤΡ. ἀλλ ̓ οἶδ ̓ ἔγωγε τἄῤῥεν', εἰ μὴ μαί

νομαι

κριός, τράγος, ταῦρος, κύων, ἀλεκτρυών.
ΣΩΚ. ὁρᾷς δ πάσχεις; τήν τε θήλειαν και
λεῖς

663 ἀλεκτρυόνα κατὰ ταὐτὸ καὶ ἄῤῥενα. ΣΤΡ. πῶς δή; φέρε.

665

ΣΩΚ.
πῶς; ἀλεκτρυὼν κἀλεκτρυών.
ΣΤΡ. νὴ τὸν Ποσειδῶ. Νῦν δὲ πως με χρὴ
καλεῖν ;

ΣΩΚ. αλεκτρύαιναν, τὸν δ ̓ ἕτερον ἀλέκτορα.
ΣΤΡ. ἀλεκτρύαιναν; εὖ γε νὴ τὸν ̓Αέρα
ὥστ ̓ ἀντὶ τούτου τοῦ διδάγματος μόνου
διαλφιτώσω σου κύκλῳ τὴν κάρδοπον.

670 ΣΩΚ. ἰδοὺ μάλ' αὖθις τοῦθ ̓ ἕτερον τὴν κάρ

675

680

685

δοπον

[blocks in formation]

νύμῳ.

ΣΤΡ. ἀλλ ̓, ὦ γάθ', οὐδ ̓ ἦν κάρδοπος Κλεω

νύμῳ,

ἀλλ ̓ ἐν θυείᾳ στρογγύλη 'νεμάττετο.

ἀτὰρ τὸ λοιπὸν πως με χρὴ καλεῖν ;

ΣΩΚ.

ὅπως;

τὴν καρδόπην, ὥσπερ καλεῖς τὴν Σωστράτην.
ΣΤΡ. τὴν καρδόπην θήλειαν ;

ΣΩΚ.
ὀρθῶς γὰρ λέγεις.
ΣΤΡ. ἐκεῖνο δ ̓ ἦν ἂν, καρδόπη, Κλεωνύμη.
ΣΩΚ. ἔτι δή γε περὶ τῶν ὀνομάτων μαθεῖν
σε δεῖ,

ἅττ ̓ ἄῤῥεν ̓ ἐστίν, ἅττα δ ̓ αὐτῶν θήλεα.
ΣΤΡ. ἀλλ ̓ οἶδ ̓ ἔγωγ ̓ ἃ θήλε ̓ ἐστίν.

ΣΩΚ.

εἰπὲ δή.

ΣΤΡ. Λύσιλλα, Φίλιννα, Κλειταγόρα, Δη

μητρία.

ΣΩΚ. ἄῤῥενα δὲ ποῖα τῶν ὀνομάτων;
ΣΤΡ.

Φιλόξενος, Μελησίας, Αμυνίας.

μυρία

ΣΩΚ. ἀλλ ̓, ὦ πονηρέ, ταῦτά γ ̓ ἐστ ̓ οὐκ

ἄρρενα.

688

690

695

700

ΣΤΡ. οὐκ ἄῤῥεν ̓ ὑμῖν ἐστιν ;
ΣΩΚ.

οὐδαμῶς γ', ἐπεὶ πῶς ἂν καλέσειας ἐντυχὼν ̓Αμυνίᾳ ;

ΣΤΡ. ὅπως ἄν; ὡδι, δεῦρο δεῦρ ̓, ̓Αμυνία.
ΣΩΚ. ὁρᾷς, γυναῖκα τὴν ̓Αμυνίαν καλεῖς.
ΣΤΡ. ούκουν δικαίως ἥτις οὐ στρατεύεται;
ἀτὰρ τί ταῦθ ̓ ἃ πάντες ἴσμεν μανθάνω ;

ΣΩΚ. οὐδὲν μὰ Δί', ἀλλὰ κατακλινεὶς δευρὶ
ΣΤΡ.
τί δρῶ;
ΣΩΚ. ἐκφρόντισόν τι τῶν σεαυτοῦ πραγμάτ

των.

ΣΤΡ. μὴ δῆθ ̓, ἱκετεύω σ', ἐνθάδ'· ἀλλ ̓ εἴπερ γε χρή,

χαμαί μ' ἔασον αὐτὰ ταῦτ ̓ ἐκφροντίσαι.

ΣΩΚ. οὐκ ἔστι παρὰ ταῦτ ̓ ἄλλα.

ΣΤΡ.

κακοδαίμων ἐγώ,

οἵαν δίκην τοῖς κόρεσι δώσω τήμερον.

ΧΟΡ. φρόντιζε δὴ καὶ διάθρει, πάντα τρόπον

τε σαυτὸν

στρόβει πυκνώσας.

ταχὺς δ ̓, ὅταν εἰς ἄπορον πέσης,
ἐπ' ἄλλο πήδα

705 νόημα φρενός· ὕπνος δ ̓ ἀπέστω γλυκύθυμος ὀμμάτων.

707

ΣΤΡ. ἰατταταῖ ἰατταταῖ.

ΧΟΡ. τί πάσχεις; τί κάμνεις ;

ΣΤΡ. ἀπόλλυμαι δείλαιος· ἐκ τοῦ σκίμποδος

710 δάκνουσί μ' ἐξέρποντες οἱ Κορίνθιοι, καὶ τὰς πλευρὰς δαρδάπτουσιν

καὶ τὴν ψυχὴν ἐκπίνουσιν,

715 καί μ' ἀπολοῦσιν.

ΧΟΡ. μή νυν βαρέως ἄλγει λίαν.
ΣΤΡ. καὶ πῶς; ὅτε μου

φροῦδα τὰ χρήματα, φρούδη χροιά,
φρούδη ψυχή, φρούδη δ' ἐμβάς
720 καὶ πρὸς τούτοις ἔτι τοῖσι κακοῖς
φρουρᾶς ᾄδων

ὀλίγου φροῦδος γεγένημαι.

ΣΩΚ. οὗτος τί ποιεῖς; οὐχὶ φροντίζεις ;

« ÎnapoiContinuă »