Imagini ale paginilor
PDF
ePub

Βάσιν κυκλοῦντ', Αἴαντι τῷ σακεσφόρῳ.
Κεῖνον γάρ, οὐδέν ̓ ἄλλον, ἰχνεύω πάλαι.
Νυκτὸς γὰρ ἡμᾶς τῆσδε πρᾶγος ἄσκοπον
Εχει περάνας, εἴπερ εἴργασται τάδε·
Ισμεν γὰρ οὐδὲν τρανές. Αλλ' ἀλώμεθα·
Κἀγὼ 'θελοντὴς τῷδ ̓ ὑπεζύγην πόνῳ.
Εφθαρμένας γὰρ ἀρτίως εὑρίσκομεν
Λείας ἁπάσας καὶ κατηναρισμένας
Εκ χειρὸς αὐτοῖς ποιμνίων ἐπιστάταις.
Τήνδ ̓ οὖν ἐκείνῳ πᾶς τις αἰτίαν νέμει.
Καί μοί τις ὀπτὴρ αὐτὸν εἰσιδὼν μόνον
Πηδῶντα πεδία σὺν νεορράντῳ ξίφει
Φράζει τε κἀδήλωσεν· εὐθέως δ ̓ ἐγὼ
Κατ ̓ ἴχνος ἄσσω, καὶ τὰ μὲν σημαίνομαι,
Τὰ δ ̓ ἐκπέπληγμαι, κοὐκ ἔχω μαθεῖν ὅτου.
Καιρὸν δ ̓ ἐφήκεις· πάντα γὰρ τά τ' οὖν πάρος
Τά τ ̓ εἰσέπειτα σῇ κυβερνῶμαι χερί.

ΑΘΗΝΑ.

Εγνων, Οδυσσεῦ, καὶ πάλαι φύλαξ ἔβην
Τῇ σῇ πρόθυμος εἰς ὁδὸν κυνηγίᾳ.

ΟΔΥΣΣΕΥΣ.

*Η καὶ, φίλη δέσποινα, πρὸς καιρὸν πονῶ ;

ΑΘΗΝΑ.

Ως ἔστιν ἀνδρὸς τοῦδε τἄργα ταῦτά σοι.

ΟΔΥΣΣΕΥΣ.

Καὶ πρὸς τί δυσλόγιστον ὧδ ̓ ᾖξεν χέρα ;

ΑΘΗΝΑ.

Χόλῳ βαρυνθεὶς τῶν ̓Αχιλλείων ὅπλων.

ΟΔΥΣΣΕΥΣ.

Τί δῆτα ποίμναις τήνδ ̓ ἐπεμπίπτει βάσιν ;

[blocks in formation]
[blocks in formation]

ΑΘΗΝΑ.

Δοκῶν ἐν ὑμῖν χεῖρα χραίνεσθαι φόνῳ.

ΟΔΥΣΣΕΥΣ.

*Η καὶ τό βούλευμ ̓ ὡς ἐπ ̓ ̓Αργείοις τόδ ̓ ἦν ;

ΑΘΗΝΑ.

Κἂν ἐξέπραξεν, εἰ κατημέλησ ̓ ἐγώ.

ΟΔΥΣΣΕΥΣ.

Ποίαισι τόλμαις ταῖσδε καὶ φρενῶν θράσει ;

ΑΘΗΝΑ.

Νύκτωρ ἐφ' ὑμᾶς δόλιος ὁρμᾶται μόνος.

ΟΔΥΣΣΕΥΣ.

Η καὶ παρέστη κἀπὶ τέρμ ̓ ἀφίκετο ;

ΑΘΗΝΑ.

Καὶ δὴ 'πὶ δισσαῖς ἦν στρατηγίσιν πύλαις.

ΟΔΥΣΣΕΥΣ.

Καὶ πῶς ἐπέσχε χεῖρα μαιμῶσαν φόνου ;

ΑΘΗΝΑ.

Εγώ σφ ̓ ἀπείργω, δυσφόρους ἐπ ̓ ὄμμασι
Γνώμας βαλοῦσα τῆς ἀνηκέστου χαρᾶς,
Καὶ πρός τε ποίμνας ἐκτρέπω σύμμικτά τε
Λείας, ἄδαστα βουκόλων φρουρήματα·
“Ενθ ̓ εἰσπεσὼν ἔκειρε πολύκερων φόνον
Κύκλῳ ῥαχίζων· κἀδόκει μὲν ἔσθ ̓ ὅτε
Δισσοὺς ̓Ατρείδας αὐτόχειρ κτείνειν ἔχων,
Ὅτ ̓ ἄλλοτ ̓ ἄλλον ἐμπίτνων στρατηλατών.
Ἐγὼ δὲ φοιτῶντ ̓ ἄνδρα μανιάσιν νόσοις
Ωτρυνον, εἰσέβαλλον εἰς ἕρκη κακά.
Κἄπειτ ̓ ἐπειδὴ τοῦδ ̓ ἐλώφησεν πόνου,
Τοὺς ζῶντας αὖ δεσμοῖσι συνδήσας βοῶν
Ποίμνας τε πάσας ἐς δόμους κομίζεται,

55

60

[blocks in formation]

Ως ἄνδρας, οὐχ ὡς εὔκερων ἄγραν ἔχων.
Καὶ νῦν κατ' οἴκους ξυνδέτους αἰκίζεται,
Δείξω δὲ καὶ σοὶ τήνδε περιφανῆ νόσον,
Ως πᾶσιν Αργείοισιν εἰσιδὼν θροῇς.
Θαρσῶν δὲ μίμνε μηδὲ συμφορὰν δέχου
Τὸν ἄνδρ'· ἐγὼ γὰρ ὀμμάτων ἀποστρόφους
Αὐγὰς ἀπείρξω σὴν πρόσοψιν εἰσιδεῖν.
Οὗτος, σὲ τὸν τὰς αἰχμαλωτίδας χέρας
Δεσμοῖς ἀπευθύνοντα προσμολεῖν καλῶ·
Αἴαντα φωνῶ· στεῖχε δωμάτων πάρος.

ΟΔΥΣΣΕΥΣ.

Τί δρᾷς, ̓Αθάνα ; μηδαμῶς σφ ̓ ἔξω κάλει.

ΑΘΗΝΑ.

Οὐ σιγ ̓ ἀνέξει μηδὲ δειλίαν ἀρεῖς κ

ΟΔΥΣΣΕΥΣ.

Μὴ πρὸς θεῶν· ἀλλ ̓ ἔνδον ἀρκείτω μένων.

ΑΘΗΝΑ.

Τί μὴ γένηται ; πρόσθεν οὐκ ἀνὴρ ὅδ ̓ ἦν;

ΟΔΥΣΣΕΥΣ.

Εχθρός γε τῷδε τἀνδρὶ καὶ τανῦν ἔτι.

ΑΘΗΝΑ.

Οὔκουν γέλως ἥδιστος εἰς ἐχθροὺς γελᾶν ;

ΟΔΥΣΣΕΥΣ.

Ἐμοὶ μὲν ἀρκεῖ τοῦτον ἐν δόμοις μένειν.

ΑΘΗΝΑ.

Μεμηνότ ̓ ἄνδρα περιφανῶς ὀκνεῖς ἰδεῖν ;

ΟΔΥΣΣΕΥΣ.

Φρονοῦντα γάρ νιν οὐκ ἂν ἐξέστην ὄκνῳ.

ΑΘΗΝΑ.

̓Αλλ' οὐδὲ νῦν σε μὴ παρόντ ̓ ἴδῃ πέλας.

80

[blocks in formation]

ΟΔΥΣΣΕΥΣ.

Πῶς, εἴπερ ὀφθαλμοῖς γε τοῖς αὐτοῖς ὁρᾷ;

ΑΘΗΝΑ.

Ἐγὼ σκοτώσω βλέφαρα καὶ δεδορκότα.

ΟΔΥΣΣΕΥΣ.

Γένοιτο μέντἂν πᾶν θεοῦ τεχνωμένου.

ΑΘΗΝΑ.

Σίγα νυν ἑστὼς καὶ μέν ̓ ὡς κυρεῖς ἔχων.

ΟΔΥΣΣΕΥΣ.

Μένοιμ' ἄν· ἤθελον δ ̓ ἂν ἐκτὸς ὢν τυχεῖν.

αν

ΑΘΗΝΑ.

Ω οὗτος, Αίας, δεύτερόν σε προσκαλῶ. [ Τί βαιὸν οὕτως ἐντρέπει τῆς ξυμμάχου ;

[ocr errors]

ΑΙΑΣ.

Ω χαίρ' Αθάνα, χαῖρε Διογενές τέκνον, Ὡς εὖ παρέστης· καί σε παγχρύσοις ἐγὼ Στέψω λαφύροις τῆσδε τῆς ἄγρας χάριν.

ΑΘΗΝΑ.

Καλῶς ἔλεξας. Αλλ' ἐκεῖνό μοι φράσον,
Εβαψας ἔγχος εὖ πρὸς 'Αργείων στρατῷ;

[merged small][merged small][ocr errors][merged small][merged small][merged small][merged small][merged small][merged small][merged small][merged small]
[blocks in formation]

ΑΘΗΝΑ.

Εἶεν, τί γὰρ δὴ παῖς ὁ τοῦ Λαερτίου,
Ποῦ σοι τύχης ἕστηκεν ; ἢ πέφευγέ σε ;

ΑΙΑΣ.

*Η τοὐπίτριπτον κίναδος ἐξήρου μ ̓ ὅπου ;

ΑΘΗΝΑ.

Ἔγωγ'· Οδυσσέα, τὸν σὸν ἐνστάτην λέγω.

ΑΙΑΣ.

Ηδιστος, ὦ δέσποινα, δεσμώτης ἔσω
Θακεῖ· θανεῖν γὰρ αὐτὸν οὔ τί πω θελω.

ΑΘΗΝΑ.

Πρὶν ἂν τί δράσης ἢ τί κερδάνῃς πλέον ;

ΑΙΑΣ.

Πρὶν ἂν δεθεὶς πρὸς κίον ̓ ἑρκείου στέγης

ΑΘΗΝΑ.

Τί δῆτα τὸν δύστηνον ἐργάσει κακόν ;

ΑΙΑΣ.

Μάστιγι πρῶτον νῶτα φοινιχθεὶς θάνῃ.

ΑΘΗΝΑ.

Μὴ δῆτα τὸν δύστηνον ὧδέ γ' αἰκίσῃ.

ΑΙΑΣ.

Χαίρειν, ̓Αθάνα, τἄλλ ̓ ἐγώ σ' ἐφίεμαι·
Κεῖνος δὲ τίσει τήνδε κοὐκ ἄλλην δίκην.

ΑΘΗΝΑ.

Σὺ δ ̓ οὖν, ἐπειδὴ τέρψις ἥδε σοι τὸ δρᾶν,
Χρῶ χειρί, φείδου μηδὲν ὧνπερ ἐννοεῖς.

ΑΙΑΣ.

Χωρῶ πρὸς ἔργον· τοῦτό σοι δ ̓ ἐφίεμαι,
Τοιάνδ ̓ ἀεί μοι ξύμμαχον παρεστάναι.

ΑΘΗΝΑ.

Ορᾷς, Οδυσσεύ, τὴν θεῶν ἰσχὺν ὅση ;

105

110

115

« ÎnapoiContinuă »