Imagini ale paginilor
PDF
ePub

ΑΓΓΕΛΟΣ.

Οὐκ οἶδα τὴν σὴν πρᾶξιν, Αἴαντος δ ̓ ὅτι,
Θυραῖος εἴπερ ἐστὶν, οὐ θαρσῶ πέρι.

ΤΕΚΜΗΣΣΑ.

Καὶ μὴν θυραῖος, ὥστε μ ̓ ὠδίνειν τί φής.

ΑΓΓΕΛΟΣ.

̓Εκεῖνον εἴργειν Τεῦκρος ἐξεφίεται

Σκηνῆς ὕπαυλον μηδ ̓ ἀφιέναι μόνον. χα

ΤΕΚΜΗΣΣΑ.

Ποῦ δ ̓ ἐστὶ Τεύκρος, κἀπὶ τῷ λέγει τάδε ;

ΑΓΓΕΛΟΣ.

Πάρεστ ̓ ἐκεῖνος ἄρτι· τήνδε δ ̓ ἔξοδον
Ολεθρίαν Αἴαντος ἐλπίζει φέρειν.

ΤΕΚΜΗΣΣΑ.

Οἴμοι τάλαινα, τοῦ ποτ ̓ ἀνθρώπων μαθών ;

ΑΓΓΕΛΟΣ.

Τοῦ Θεστορείου μάντεως, καθ ̓ ἡμέραν
Τὴν νῦν ὅτ ̓ αὐτῷ θάνατον ἢ βίον φέρει.

ΤΕΚΜΗΣΣΑ.

Οἱ γὼ, φίλοι, πρόστητ ̓ ἀναγκαίας τύχης,

Καὶ σπεύσαθ ̓, οἱ μὲν Τεύκρον ἐν τάχει μολεῖν,

Οἱ δ ̓ ἑσπέρους ἀγκῶνας, οἱ δ ̓ ἀντηλίους
Ζητείτ ̓ ἰόντες τἀνδρὸς ἔξοδον κακήν.
Ἔγνωκα γὰρ δὴ φωτὸς ἠπατημένη
Καὶ τῆς παλαιᾶς χάριτος ἐκβεβλημένη.
Οἴμοι, τί δράσω, τέκνον· οὐχ ἱδρυτέον.
̓Αλλ' είμι κἀγὼ κεῖσ ̓ ὅποιπερ ἂν σθένω.
Χωρῶμεν, ἐγκονῶμεν, οὐχ ἕδρας ἀκμὴ,
Σώζειν θέλοντες ἄνδρα γ ̓ ὃς σπεύδει θανεῖν.

750

755

760

765

770

ΧΟΡΟΣ ΣΑΛΑΜΙΝΙΩΝ ΝΑΥΤΩΝ.

Χωρεῖν ἕτοιμος, κοὐ λόγῳ δείξω μόνον. Τάχος γὰρ ἔργου καὶ ποδῶν ἅμ ̓ ἕψεται. (Χοροῦ μετάστασις.)

(Εκκύκλημα.)

ΑΙΑΣ.

Ὁ μὲν σφαγεὺς ἕστηκεν ᾗ τομώτατος
Γένοιτ ̓ ἂν, εἴ τῳ καὶ λογίζεσθαι σχολὴ,
Δῶρον μὲν ἀνδρὸς Εκτορος ξένων ἐμοὶ
Μάλιστα μισηθέντος, ἐχθίστου θ ̓ ὁρᾷν.
Πέπηγε δ ̓ ἐν γῇ πολεμίᾳ τῇ Τρῳάδι,
Σιδηροβρῶτι θηγάνῃ νεακονής·
Επηξα δ ̓ αὐτὸν εὖ περιστείλας ἐγὼ,
Εὐνούστατον τῷδ ̓ ἀνδρὶ διὰ τάχους θανεῖν.
Οὕτω μὲν εὐσκευοῦμεν· ἐκ δὲ τῶνδέ μοι
Σὺ πρῶτος, ὦ Ζεῦ, καὶ γὰρ εἰκὸς, ἄρκεσον.
Αιτήσομαι δέ σ ̓ οὐ μακρὸν γέρας λαχεῖν.
Πέμψον τιν ̓ ἡμῖν ἄγγελον, κακὴν φάτιν
Τεύκρῳ φέροντα, πρῶτος ὡς με βαστάσῃ
Πεπτῶτα τῷδε περὶ νεοῤῥάντῳ ξίφει,
Καὶ μὴ πρὸς ἐχθρῶν του κατοπτευθεὶς πάρος
Ριφθῶ κυσὶν πρόβλητος οἰωνοῖς θ ̓ ἕλωρ.
Τοσαῦτά σ ̓, ὦ Ζεῦ, προστρέπω, καλῶ θ ̓ ἅμα
Πομπαῖον Ἑρμῆν χθόνιον εὖ με κοιμίσαι,
Ξὺν ἀσφαδάστῳ καὶ ταχεῖ πηδήματι
Πλευρὰν διαῤῥήξαντα τῷδε φασγάνῳ.
Καλῶ δ ̓ ἀρωγοὺς τὰς ἀεί τε παρθένους
*Αεί θ ̓ ὁρώσας πάντα ταν βροτοῖς πάθη,
Σεμνὰς Ερινὺς τανύποδας, μαθεῖν ἐμὲ
Πρὸς τῶν ̓Ατρειδῶν ὡς διόλλυμαι τάλας.

775

780

785

790

795

[Καί σφας κακοὺς κάκιστα καὶ πανωλέθρους
Ξυναρπάσειαν, ὥσπερ εἰσορῶσ ̓ ἐμὲ
Αὐτοσφαγῆ πίπτοντα, τὼς αὐτοσφαγείς
Πρὸς τῶν φιλίστων ἐκγόνων ὀλοίατο.]
Ἴτ ̓, ὦ ταχεῖαι ποίνιμοί τ' Ερινύες,
Γεύεσθε, μὴ φείδεσθε πανδήμου στρατοῦ.
Σὺ δ ̓, ὦ τὸν αἰπὸν οὐρανὸν διφρηλατῶν

Ηλιε, πατρῴαν τὴν ἐμὴν ὅταν χθόνα

Ιδης, επισχών χρυσόνωτον ἡνίαν, 2 clas

Αγγειλον ἄτας τὰς ἐμὰς μόρον τ ̓ ἐμὸν
Γέροντι πατρὶ τῇ τε δυστήνῳ τροφῷ.
Η που τάλαινα, τήνδ ̓ ὅταν κλύῃ φάτιν,
Ησει μέγαν κωκυτὸν ἐν πάσῃ πόλει.
̓Αλλ ̓ οὐδὲν ἔργον ταῦτα θρηνεῖσθαι μάτην·
̓Αλλ' ἀρκτέον τὸ πρᾶγμα συν τάχει τινί.
Ω Θάνατε Θάνατε, νῦν μ ̓ ἐπίσκεψαι μολών·
Καίτοι σὲ μὲν κἀκεῖ προσαυδήσω ξυνών.
Σὲ δ ̓, ὦ φαεννῆς ἡμέρας τὸ νῦν σέλας,
Καὶ τὸν διφρευτὴν Ἥλιον προσεννέπω,
Πανύστατον δὴ κοὔποτ ̓ αὖθις ὕστερον.
Ω φέγγος, ὦ γῆς ἱερὸν οἰκείας πέδον
Σαλαμῖνος, ὦ πατρῷον ἑστίας βάθρον,
Κλειναί τ' ̓Αθῆναι, καὶ τὸ σύντροφον γένος,
Κρηναί τε ποταμοί θ ̓ οἵδε, καὶ τὰ Τρωϊκά
Πεδία προσαυδῶ, χαίρετ ̓, ὦ τροφῆς ἐμοί·
Τοῦθ ̓ ὑμὶν Αἴας τοὔπος ὕστατον θροεῖ·
Τὰ δ ̓ ἄλλ ̓ ἐν "Αιδου τοῖς κάτω μυθήσομαι.

HMIXOPION.

Πόνος πόνῳ πόνον φέρει.

800

805

810

815

820

Παπα

825

[blocks in formation]
[ocr errors]
[ocr errors]
[ocr errors]

Πόνου γε πλῆθος, κοὐδὲν εἰς ὄψιν πλέον.

ΗΜΙΧΟΡΙΟΝ.

̓Αλλ ̓ οὐδ ̓ ἐμοὶ δὴ τὴν ἀφ ̓ ἡλίου βολῶν
Κέλευθον ἀνὴρ οὐδαμοῦ δηλοῖ φανείς.

ΧΟΡΟΣ ΣΑΛΑΜΙΝΙΩΝ ΝΑΥΤΩΝ.

Τίς ἂν δῆτά μοι, τίς ἂν φιλοπόνων
Αλιαδᾶν ἔχων αΰπνους ἄγρας,

Ἢ τίς Ολυμπιάδων θεᾶν, ἢ ῥυτῶν
Βοσπορίων ποταμῶν, τὸν ὠμόθυμον
Εἴ ποθι πλαζόμενον λεύσσων

Απύοι; σχέτλια γὰρ

Εμέ γε τὸν μακρῶν ἀλάταν πόνων
Οὐρίῳ μὴ πελάσαι δρόμῳ,

̓Αλλ' ἀμενηνὸν ἄνδρα μὴ λεύσσειν ὅπου.

ΤΕΚΜΗΣΣΑ.

Ιώ μοί μοι.

ΧΟΡΟΣ ΣΑΛΑΜΙΝΙΩΝ ΝΑΥΤΩΝ.

Τίνος βοὴ πάραυλος ἐξέβη νάπους ;

835 ?

840

845

ΤΕΚΜΗΣΣΑ.

Ἰὼ τλήμων.

ΧΟΡΟΣ ΣΑΛΑΜΙΝΙΩΝ ΝΑΥΤΩΝ.

Τὴν δουρίληπτον δύσμορον νύμφην ὁρῶ
Τέκμησσαν, οἴκτῳ τῷδε συγκεκραμένην.

ΤΕΚΜΗΣΣΑ.

Οἴχωκ ̓, ἔλωλα, διαπεπόρθημαι, φίλοι.

ΧΟΡΟΣ ΣΑΛΑΜΙΝΙΩΝ ΝΑΥΤΩΝ.

Τί δ ̓ ἔστιν ;

ΤΕΚΜΗΣΣΑ.

Αἴας ὅδ ̓ ἡμῖν ἀρτίως νεοσφαγὴς

Κεῖται, κρυφαίῳ φασγάνῳ περιπτυχής.

ΧΟΡΟΣ ΣΑΛΑΜΙΝΙΩΝ ΝΑΥΤΩΝ.

Ωμοι ἐμῶν νόστων·

Ωμοι, κατέπεφνες, ἄναξ,

Τόνδε συνναύταν, ὦ τάλας·

*Ω ταλαίφρων γύναι.

ΤΕΚΜΗΣΣΑ.

? Ως ὧδε τοῦδ ̓ ἔχοντος αἰάζειν πάρα.

και

ΧΟΡΟΣ ΣΑΛΑΜΙΝΙΩΝ ΝΑΥΤΩΝ.

Τίνος ποτ ̓ ἆρ ̓ ἔρξε χειρὶ δύσμορος ;

ΤΕΚΜΗΣΣΑ.

Αὐτὸς πρὸς αὑτοῦ· δῆλον. Εν γάρ οἱ χθονί
Πηκτον τόδ ̓ ἔγχος περιπετὲς κατηγορεί.

ΧΟΡΟΣ ΣΑΛΑΜΙΝΙΩΝ ΝΑΥΤΩΝ.

850

855

860

Ωμοι ἐμᾶς ἄτας, οἷος ἄρ ̓ αἱμάχθης, ἄφρακτος φί

λων·

Ἐγὼ δ ̓ ὁ πάντα κωφὸς, ὁ πάντ ̓ ἄϊδρις, κατημέλησα.

Πᾶ πλ

Κεῖται ὁ δυστράπελος, δυσώνυμος Αἴας ;

865

« ÎnapoiContinuă »