Imagini ale paginilor
PDF
ePub

Τ

Χήραν παρ' ἐχθροῖς παϊδά τ ̓ ὀρφανὸν λιπεῖν.
̓Αλλ' εἶμι πρός τε λουτρὰ καὶ παρακτίους

Λειμῶνας, ὡς ἂν λύμαθ ̓ ἁγνίσας ἐμὰ

Μήνιν βαρείαν ἐξαλύξωμαι θεᾶς·

620

[ocr errors]

Μολών τε χῶρον ἔνθ ̓ ἂν ἀστιβῆ κίχω

Κρύψω τόδ ̓ ἔγχος τοὐμον, ἔχθιστον βελῶν,
Γαίας ὀρύξας ἔνθα μή τις ὄψεται·

[ocr errors]

Αλλ' αὐτὸ νύξ "Αιδης τε σωζόντων κάτω.
Ἐγὼ γὰρ ἐξ οὗ χειρὶ τοῦτ ̓ ἐδεξάμην
Παρ' ̔́Εκτορος δώρημα δυσμενεστάτου,
Οὔπω τι κεδνὸν ἔσχον ̓Αργείων πάρα.
̓Αλλ ̓ ἔστ ̓ ἀληθὴς ἡ βροτῶν παροιμία,
Εχθρῶν ἄδωρα δῶρα κοὐκ ὀνήσιμα.
X
Τοιγὰρ τὸ λοιπὸν εἰσόμεσθα μὲν θεοῖς
Εἴκειν, μαθησόμεσθα δ' Ατρείδας σέβειν.
"Αρχοντές εἰσιν, ὥσθ ̓ ὑπεικτέον. Τί μή;
Καὶ γὰρ τὰ δεινὰ καὶ τὰ καρτερώτατα
Τιμαῖς ὑπείκει· τοῦτο μὲν νιφοστιβείς
Χειμῶνες ἐκχωροῦσιν εὐκάρπῳ θέρει·
Εξίσταται δὲ νυκτὸς αἰανὴς κύκλος
Τῇ λευκοπώλῳ φέγγος ἡμέρᾳ φλέγειν·
Δεινῶν τ ̓ ἄημα πνευμάτων ἐκοίμισε
Στένοντα πόντον· ἐν δ ̓ ὁ παγκρατὴς ὕπνος
Λύει πεδήσας, οὐδ ̓ ἀεὶ λαβὼν ἔχει.
Ἡμεῖς δὲ πῶς οὐ γνωσόμεσθα σωφρονεῖν ;
Ἐγὼ δ ̓, ἐπίσταμαι γὰρ ἀρτίως ὅτι
Ο τ ̓ ἐχθρὸς ἡμῖν ἐς τοσόνδ ̓ ἐχθαρτέος,
Ως καὶ φιλήσων αὖθις, ἔς τε τὸν φίλον
Τοσαῦθ ̓ ὑπουργῶν ὠφελεῖν βουλήσομαι,
Ως αἰὲν οὐ μενοῦντα. Τοῖς πολλοῖσι γὰρ

625

630

635

640

645

Βροτῶν ἄπιστός ἐσθ ̓ ἑταιρείας λιμήν.
̓Αλλ ̓ ἀμφὶ μὲν τούτοισιν εὖ σχήσει· σὺ δὲ
Ἔσω θεοῖς ἐλθοῦσα διὰ τέλους, γύναι,
Εὔχου τελεῖσθαι τοὐμὸν ὧν ἐρᾷ κέαρ.
Ὑμεῖς θ ̓ ἑταῖροι ταὐτὰ τῇδέ μοι τάδε dat.
Τιμᾶτε, Τεύκρῳ τ', ἢν μόλῃ, σημήνατε
Μέλειν μὲν ἡμῶν, εὐνοεῖν δ ̓ ὑμῖν ἅμα.
Ἐγὼ γὰρ εἶμ' ἐκεῖσ ̓, ὅποι πορευτέον·

650

Ὑμεῖς δ ̓ ἃ φράζω δρᾶτε, καὶ τάχ ̓ ἄν μ ̓ ἴσως
Πύθοισθε, καὶ νῦν δυστυχῶ, σεσωσμένον.

655

ΧΟΡΟΣ ΣΑΛΑΜΙΝΙΩΝ ΝΑΥΤΩΝ.

Στροφή.

Ἔφριξ ̓ ἔρωτι, περιχαρὴς δ ̓ ἀνεπτόμαν.

Ἰὼ ἰὼ Πὰν Πὰν,

'Ω Πὰν Πὰν ἁλίπλαγκτε Κυλλανίας χιονοκτύπου

Πετραίας ἀπὸ δειράδος φάνηθ ̓, ὦ

Θεῶν χοροποί ̓ ἄναξ, ὅπως μοι

Νύσια Κνώσι ̓ ὀρχήματ ̓ αὐτοδαῆ ξυνὼν ἰάψης.

Νῦν γὰρ ἐμοὶ μέλει χορεῦσαι.

Ικαρίων δ ̓ ὑπὲρ πελαγέων μολὼν ἄναξ ̓Απόλλων

Ὁ Δάλιος, εὔγνωστος,

Ἐμοὶ ξυνείη διὰ παντὸς εὔφρων.

Αντιστροφή.

Ἔλυσεν αἰνὸν ἄχος ἀπ ̓ ὀμμάτων "Αρης.

Ἰω ἰ. Νῦν αὖ,

Νῦν, ὦ Ζεῦ, πάρα λευκὸν εὐάμερον πελάσαι φάος
Θοᾶν ὠκυάλων νεῶν, ὅτ' Αἴας

Λαθίπονος πάλιν, θεῶν δ ̓ αὖ

Πάνθυτα θέσμι ̓ ἐξήνυσ ̓ εὐνομία σέβων μεγίστα.
Πάνθ ̓ ὁ μέγας χρόνος μαραίνει τε καὶ φλέγει,

660

665

670

Κοὐδὲν ἀναύδητον φατίσαιμ ̓ ἂν, εὖτέ γ' ἐξ ἀέλπτων

Αἴας μετανεγνώσθη

Θυμῶν ̓Ατρείδαις μεγάλων τε νεικέων.

ΑΓΓΕΛΟΣ.

"Ανδρες φίλοι, τὸ πρῶτον ἀγγεῖλαι θέλω,
Τεύκρος πάρεστιν ἄρτι Μυσίων ἀπὸ
Κρημνῶν· μέσον δὲ προσμολὼν στρατήγιον
Κυδάζεται τοῖς πᾶσιν ̓Αργείοις ὁμοῦ.
Στείχοντα γὰρ πρόσωθεν αὐτὸν ἐν κύκλῳ
Μαθόντες ἀμφέστησαν, εἶτ ̓ ὀνείδεσιν
Πρασσον ἔνθεν κἄνθεν οὔτις ἔσθ ̓ ὃς οὐ,
Τον τοῦ μανέντος κἀπιβουλευτοῦ στρατοῦ
Ξύναιμον ἀποκαλοῦντες, ὡς οὐκ ἀρκέσοι
Τὸ μὴ οὐ πέτροισι πᾶς καταξανθεὶς θανεῖν.
Ωστ ̓ ἐς τοσοῦτον ἦλθον ὥστε καὶ χεροῖν
Κολεῶν ἐρυστὰ διεπεραιώθη ξίφη.
Λήγει δ ̓ ἔρις δραμοῦσα τοῦ προσωτάτω
̓Ανδρῶν γερόντων ἐν ξυναλλαγῇ λόγου.
̓Αλλ' ἡμὶν Αἴας ποῦ ἐστιν, ὡς φράσω τάδε ;
Τοῖς κυρίοις γὰρ πάντα χρὴ δηλοῦν λόγον.

μη

ΧΟΡΟΣ ΣΑΛΑΜΙΝΙΩΝ ΝΑΥΤΩΝ.

Οὐκ ἔνδον, ἀλλὰ φροῦδος ἀρτίως, νέας
Βουλὰς νέοισιν ἐγκαταζεύξας τρόποις.

Ιου ιού.

ΑΓΓΕΛΟΣ.

Βραδείαν ἡμᾶς ἆρ ̓ ὁ τήνδε τὴν ὁδὸν
Πέμπων ἔπεμψεν, ἢ 'φάνην ἐγὼ βραδύς ;

ΧΟΡΟΣ ΣΑΛΑΜΙΝΙΩΝ ΝΑΥΤΩΝ.

Τί δ ̓ ἐστὶ χρείας τῆσδ ̓ ὑπεσπανισμένον ;

675

680

685

690

695

ΑΓΓΕΛΟΣ.

Τὸν ἄνδρ ̓ ἀπηύδα Τεύκρος ἔνδοθεν στέγης
Μη 'ξω παρήκειν, πρὶν παρὼν αὐτὸς τύχῃ.

ΧΟΡΟΣ ΣΑΛΑΜΙΝΙΩΝ ΝΑΥΤΩΝ.

Αλλ' οἴχεταί τοι, πρὸς τὸ κέρδιστον τραπεὶς
Γνώμης, θεοῖσιν ὡς καταλλαχθῇ χόλου.

ΑΓΓΕΛΟΣ.

Ταῦτ ̓ ἐστὶ τἄπη μωρίας πολλῆς πλέα,
Εἴπερ τι Κάλχας εὖ φρονῶν μαντεύεται.

ΧΟΡΟΣ ΣΑΛΑΜΙΝΙΩΝ ΝΑΥΤΩΝ.

Ποῖον ; τί δ ̓ εἰδὼς τοῦδε πράγματος πέρι ;

ΑΓΓΕΛΟΣ.

Τοσοῦτον οἶδα καὶ παρὼν ἐτύγχανον.
Ἐκ γὰρ ξυνέδρου καὶ τυραννικοῦ κύκλου
Κάλχας μεταστὰς οἶος Ατρειδῶν δίχα,
Ες χεῖρα Τεύκρου δεξιὰν φιλοφρόνως
Θεὶς εἶπε κἀπέσκηψε παντοία τέχνῃ
Εἶρξαι κατ' ἦμαρ τοὐμφανὲς τὸ νῦν τόδε
Αἴανθ ̓ ὑπὸ σκηναῖσι μηδ ̓ ἀφέντ ̓ ἐᾶν,
Εἰ ζῶντ ̓ ἐκεῖνον εἰσιδεῖν θέλοι ποτέ.
Ελὰ γὰρ αὐτὸν τῇδε θἠμέρᾳ μόνῃ
Δίας ̓Αθάνας μῆνις, ὡς ἔφη λέγων.
Τὰ γὰρ περισσὰ κανόνητα σώματα!
Πίπτειν βαρείαις πρὸς θεῶν δυσπραξίαις
Ἔφασχ ̓ ὁ μάντις, ὅστις ἀνθρώπου φύσιν
Βλαστὼν ἔπειτα μὴ κατ ̓ ἄνθρωπον φρονεῖ.
Κεῖνος δ ̓ ἀπ ̓ οἴκων εὐθὺς ἐξορμώμενος
*Ανους καλῶς λέγοντος εὑρέθη πατρός.
Ὁ μὲν γὰρ αὐτὸν ἐννέπει, τέκνον, δόρει
Βούλου κρατεῖν μὲν, ξὺν θεῷ δ ̓ ἀεὶ κρατεῖν.

απ

700

705

710

715

720

Ὁ δ ̓ ὑψικόμπως κἀφρόνως ἠμείψατο,
Πάτερ, θεοῖς μὲν κἂν ὁ μηδὲν ὢν ὁμοῦ
Κράτος κατακτήσαιτ'· ἐγὼ δὲ καὶ δίχα
Κείνων πέποιθα τοῦτ ̓ ἐπισπάσειν κλέος.
Τοσόνδ ̓ ἐκόμπει μῦθον. Εἶτα δεύτερον
Δίας ̓Αθάνας, ἡνίκ ̓ ὀτρύνουσα νιν
Ηὐδατ ̓ ἐπ ̓ ἐχθροῖς χεῖρα φοινίαν τρέπειν,
Τότ ̓ ἀντιφωνεῖ δεινὸν ἄῤῥητόν τ ̓ ἔπος·
Ανασσα, τοῖς ἄλλοισιν ̓Αργείων πέλας
Ιστω, καθ ̓ ἡμᾶς δ ̓ οὔποτ ̓ ἐκρήξει μάχη.
Τοιοῖσδε τοῖς λόγοισιν ἀστεργῆ θεᾶς
̓Εκτήσατ ̓ ὀργὴν, οὐ κατ ̓ ἄνθρωπον φρονῶν.
̓Αλλ ̓ εἴπερ ἔστι τῇδε θἠμέρᾳ, τάχ ̓ ἂν
Γενοίμεθ ̓ αὐτοῦ ξὺν θεῷ σωτήριοι.
Τοσαῦθ ̓ ὁ μάντις εἶφ'· ὁ δ ̓ εὐθὺς ἐξ ἕδρας
Πέμπει με σοι φέροντα τάσδ ̓ ἐπιστολὰς
Τεύκρος φυλάσσειν. Εἰ δ ̓ ἀπεστερήμεθα,
Οὐκ ἔστιν ἀνὴρ κεῖνος, εἰ Κάλχας σοφός.

αν

ΧΟΡΟΣ ΣΑΛΑΜΙΝΙΩΝ ΝΑΥΤΩΝ.

'Ω δαΐα Τέκμησσα, δύσμορον γένος, Ορα μολοῦσα τόνδ ̓ ὁποῖ ̓ ἔπη θροεῖ. Ευρεῖ γὰρ ἐν χρῷ τοῦτο μὴ χαίρειν τινά.

ΤΕΚΜΗΣΣΑ.

Τί μ' αὖ τάλαιναν, ἀρτίως πεπαυμένην
Κακῶν ἀτρύτων, ἐξ ἕδρας ἀνίστατε ;

ΧΟΡΟΣ ΣΑΛΑΜΙΝΙΩΝ ΝΑΥΤΩΝ.

Τοῦδ ̓ εἰσάκουε τἀνδρὸς, ὡς ἥκει φέρων
Αἴαντος ἡμῖν πρᾶξιν ἣν ἤλγησ ̓ ἐγώ.

ΤΕΚΜΗΣΣΑ.

Οἴμοι, τί φῂς, ἄνθρωπε; μῶν ὀλώλαμεν ;

725

730

735

740

745

« ÎnapoiContinuă »