Imagini ale paginilor
PDF
ePub

ΤΕΚΜΗΣΣΑ.

̓Αλλ ̓, ὦ φίλ ̓ Αἴας, πάντ ̓ ἔγωγε πείσομαι.

ΑΙΑΣ.

Κόμιζέ νύν μοι παῖδα τὸν ἐμὸν, ὡς ἴδω.

ΤΕΚΜΗΣΣΑ.

Καὶ μὴν φόβοισί γ ̓ αὐτὸν ἐξελυσάμην.

ΑΙΑΣ.

Ἐν τοῖσδε τοῖς κακοῖσιν, ἢ τί μοι λέγεις ;

ΤΕΚΜΗΣΣΑ.

Μὴ σοί γέ που δύστηνος ἀντήσας θάνοι.

ΑΙΑΣ.

Πρέπον γέ τἂν ἦν δαίμονος τοὐμοῦ τάδε.

ΤΕΚΜΗΣΣΑ.

Αλλ ̓ οὖν ἐγὼ 'φύλαξα τοῦτό γ' ἀρκέσαι.

ΑΙΑΣ.

Ἐπῄνεσ ̓ ἔργον καὶ πρόνοιαν ἣν ἔθου.

ΤΕΚΜΗΣΣΑ.

Τί δῆτ ̓ ἂν ὡς ἐκ τῶνδ ̓ ἂν ὠφελοῖμί σε ;

ΑΙΑΣ.

Δός μοι προσειπεῖν αὐτὸν ἐμφανῆ τ' ἰδεῖν.

ΤΕΚΜΗΣΣΑ.

Καὶ μὴν πέλας γε προσπόλοις φυλάσσεται.

ΑΙΑΣ.

Τί δῆτα μέλλει μὴ οὐ παρουσίαν ἔχειν ;

ΤΕΚΜΗΣΣΑ.

Ω παί, πατὴρ καλεῖ σε. Δεύρο προσπόλων *Αγ' αὐτὸν ὅσπερ χερσὶν εὐθύνων κυρείς.

ΑΙΑΣ.

Ερποντι φωνεῖς, ἢ λελειμμένῳ λόγου ;

ΤΕΚΜΗΣΣΑ.

Καὶ δὴ κομίζει προσπόλων ὅδ ̓ ἐγγύθεν.

505

510

515

ΑΙΑΣ.

Αἱρ ̓ αὐτὸν, αἱρε δεῦρο. Ταρβήσει γὰρ οὐ
Νεοσφαγή που τόνδε προσλεύσσων φόνον,
Εἴπερ δικαίως ἔστ' ἐμὸς τὰ πατρόθεν.
̓Αλλ' αὐτίκ ̓ ὠμοῖς αὐτὸν ἐν νόμοις πατρὸς
Δεῖ πωλοδαμνεῖν κἀξομοιοῦσθαι φύσιν. Τα
'Ω παί, γένοιο πατρὸς εὐτυχέστερος,
Τὰ δ ̓ ἄλλ ̓ ὅμοιος· καὶ γένοι ἂν οὐ κακός.
Καίτοι σε καὶ νῦν τοῦτό γε ζηλοῦν ἔχω,

Οθούνεκ' οὐδὲν τῶνδ ̓ ἐπαισθάνει κακῶν. 417 201
Ἐν τῷ φρονεῖν γὰρ μηδὲν ἥδιστος βίος,
[Το μὴ φρονεῖν γὰρ κάρτ ̓ ἀνώδυνον κακόν,]
Εως τὸ χαίρειν καὶ τὸ λυπεῖσθαι μάθῃς.
Οταν δ ̓ ἵκῃ πρὸς τοῦτο, δεῖ σ ̓ ὅπως πατρὸς
Δείξεις ἐν ἐχθροῖς οἷος ἐξ οἵου τράφης.
Τέως δὲ κούφοις πνεύμασιν βόσκου, νέαν
Ψυχὴν ἀτάλλων, μητρὶ τῇδε χαρμονήν.
Οὔτοι σ ̓ ̓Αχαιῶν, οἶδα, μή τις ὑβρίσῃ
Στυγναῖσι λώβαις, οὐδὲ χωρὶς ὄντ ̓ ἐμοῦ.
Τοῖον πυλωρὸν φύλακα Τεύκρον ἀμφί σοι
Λείψω τροφῆς ἄοκνον ἔμπα, κεὶ τανῦν
Τηλωπὸς οἰχνει, δυσμενῶν θήραν ἔχων.
̓Αλλ ̓, ἄνδρες ἀσπιστῆρες, ἐνάλιος λεὼς,
Ὑμῖν τε κοινὴν τήνδ ̓ ἐπισκήπτω χάριν,
Κείνῳ τ ̓ ἐμὴν ἀγγείλατ ̓ ἐντολὴν, ὅπως
Τὸν παῖδα τόνδε πρὸς δόμους ἐμοὺς ἄγων
Τελαμῶνι δείξει μητρί τ', Εριβοίᾳ λέγω,

[ocr errors]

Ως σφιν γένηται γηροβοσκὸς εἰς ἀεί.
[Μέχρις οὗ μυχοὺς κίχωσι τοῦ κάτω θεοῦ.]
Καὶ τἀμὰ τεύχη μήτ' ἀγωνάρχαι τινὲς

520

525

530

535

540

545

Θήσουσ' ̓Αχαιοῖς μήθ ̓ ὁ λυμεὼν ἐμός.

Αλλ' αυτό μοι σὺ, παῖ, λαβὼν ἐπώνυμον,

Εὐρύσακες, ἴσχε διὰ πολυῤῥάφου στρέφων με τη

Πόρπακος ἑπτάβοιον ἄῤῥηκτον σάκος

Τὰ δ ̓ ἄλλα τεύχη κοίν ̓ ἐμοὶ τεθάψεται.
̓Αλλ' ὡς τάχος τὸν παῖδα τόνδ ̓ ἤδη δέχου,
Καὶ δῶμα πάκτου, μηδ ̓ ἐπισκήνους γόους
Δάκρυε. Κάρτα τοι φιλοίκτιστον γυνή. Καλοκα
Πύκαζε θάσσον. Οὐ πρὸς ἰατροῦ σοφοῦ
Θρηνεῖν ἐπῳδὰς πρὸς τομῶντι πήματι.

ΧΟΡΟΣ ΣΑΛΑΜΙΝΙΩΝ ΝΑΥΤΩΝ.

Δέδοικ ̓ ἀκούων τήνδε τὴν προθυμίαν.
Οὐ γάρ μ' ἀρέσκει γλωσσά σου τεθηγμένη.

ΤΕΚΜΗΣΣΑ.

'Ω δέσποτ ̓ Αἴας, τί ποτε δρασείεις φρενί ;

ΑΙΑΣ.

Μὴ κρῖνε, μὴ 'ξέταζε. Σωφρονεῖν καλόν.

ΤΕΚΜΗΣΣΑ.

Οἴμ ̓ ὡς ἀθυμῶ· καί σε πρὸς τοῦ σοῦ τέκνου
Καὶ θεῶν ἱκνοῦμαι μὴ προδους ἡμᾶς γένῃ.

ΑΙΑΣ.

"Αγαν γε λυπείς. Οὐ κάτοισθ ̓ ἐγὼ θεοῖς Ως οὐδὲν ἀρκεῖν εἴμ ̓ ὀφειλέτης ἔτι ;

[ocr errors]

550

555

560

565

[blocks in formation]
[blocks in formation]

Πᾶσιν περίφαντος ἀεί·

X Ἐγὼ δ ̓ ὁ τλάμων παλαιὸς ἀφ' οὗ χρόνος

Ἰδαῖᾳ μίμνω λειμωνίᾳ πόᾳ μήλων,

Ανήριθμος αἰὲν εὐνώμα

Χρόνῳ τρυχόμενος, Χ

Κακὰν ἐλπίδ ̓ ἔχων

Ἔτι μέ ποτ' ἀνύσειν

Τὸν ἀπότροπον ἀΐδηλον "Αιδαν.

Αντιστροφή α.

Καί μοι δυσθεράπευτος Αἴας

Ξύνεστιν ἔφεδρος, ὤμοι μοι,

Θεία μανία ξύναυλος ·

Ὃν ἐξεπέμψω πρὶν δή ποτε θουρίῳ

Κρατοῦντ ̓ ἐν "Αρει· νῦν δ ̓ αὖ φρενὸς οἰοβώτας

Φίλοις μέγα πένθος εὕρηται.

Τὰ πρὶν δ ̓ ἔργα χεροίν

Μεγίστας ἀρετᾶς

570

575

580

585

Αφιλα παρ ̓ ἀφίλοις

Επεσ ̓ ἔπεσε μελέοις 'Ατρείδαις.

Στροφή β'.

Η που παλαιᾷ μὲν ἔντροφος ἡμέρᾳ,

Λευκῷ δὲ γήρᾳ μάτηρ νιν ὅταν νοσοῦντα
Φρενομόρως ἀκούσῃ,

Αἴλινον αἴλινον

Οὐδ ̓ οἰκτρᾶς γόον ὄρνιθος ἀηδοῦς

Ησει δύσμορος, ἀλλ ̓ ὀξυτόνους μὲν ᾠδὰς
Θρηνήσει, χερόπληκτοι δ ̓

Εν στέρνοισι πεσοῦνται

Δοῦποι καὶ πολιᾶς ἄμυγμα χαίτας.

̓Αντιστροφή β'.

Κρείσσων γὰρ "Αιδᾳ κεύθων ὁ νοσῶν μάταν,

Ὃς ἐκ πατρῴας ἥκων γενεᾶς ἄριστος

Πολυπόνων ̓Αχαιών,

Οὐκ ἔτι συντρόφοις

Οργαῖς ἔμπεδος, ἀλλ ̓ ἐκτὸς ὁμιλεῖ.

Ω τλάμον πάτερ, οἵαν σε μένει πυθέσθαι Παιδὸς δύσφορον ἄταν,

“Αν οὔπώ τις ἔθρεψεν

Αἰὼν Αἰακιδᾶν ἄτερθε τοῦδε.

ΑΙΑΣ.

“Απανθ ̓ ὁ μακρὸς κἀναρίθμητος χρόνος
Φύει τ ̓ ἄδηλα καὶ φανέντα κρύπτεται·
Κοὐκ ἔστ ̓ ἄελπτον οὐδὲν, ἀλλ ̓ ἁλίσκεται
Χὠ δεινὸς ὅρκος χαι περισκελεῖς φρένες.
Κἀγὼ γὰρ, ὃς τὰ δείν ̓ ἐκαρτέρουν τότε,
Βαφῇ σίδηρος ὥς, ἐθηλύνθην στόμα

Πρὸς τῆσδε τῆς γυναικός· οἰκτείρω δέ νιν

590

595

600

605

610

615

« ÎnapoiContinuă »