Imagini ale paginilor
PDF
ePub

ΧΟΡΟΣ ΣΑΛΑΜΙΝΙΩΝ ΝΑΥΤΩΝ.

Μηδὲν μέγ ̓ εἴπῃς. Οὐχ ὁρᾷς ἵν' εἶ κακοῦ ;

ΑΙΑΣ.

Ω Ζεύ, προγόνων προπάτωρ, πῶς ἂν τὸν αἱμυλώτατον, Εχθρὸν ἄλημα, τούς τε δισσάρχας ὀλέσσας βασιλῆς, Τέλος θάνοιμι καυτός.

ΤΕΚΜΗΣΣΑ.

Οταν κατεύχῃ ταῦθ ̓, ὁμοῦ καμοὶ θανεῖν
Εὔχου· τί γὰρ δεῖ ζῆν με σοῦ τεθνηκότος ;

Ἰὼ σκότος, ἐμὸν φάος,

ΑΙΑΣ.

Στροφή γ.

Ερεβος ὦ φαεννότατον, ὡς ἐμοὶ,

Ελεσθ ̓ ἕλεσθέ μ' οικήτορα,

Ελεσθέ μ'. Οὔτε γὰρ θεῶν γένος οὔθ ̓ ἁμερίων

Ἔτ ̓ ἄξιος βλέπειν τιν ̓ εἰς ὄνασιν ἀνθρώπων.

Αλλά μ' ὁ Διὸς

Αλκίμα θεός Τ. 4ο

370

375

Ολέθρι ̓ αἰκίζει

Ποῖ τις οὖν φύγῃ ;

Ποῖ μολὼν μενῶ ;

Εἰ τὰ μὲν φθίνει, φίλοι, τοῖσδ ̓

Ὁμοῦ πέλας, μώραις δ ̓ ἄγραις προσκείμεθα,

Πᾶς δὲ στρατὸς δίπαλτος ἄν με

Χειρὶ φονεύοι.

ΤΕΚΜΗΣΣΑ.

*Ω δυστάλαινα, τοιάδ ̓ ἄνδρα χρήσιμον

Φωνεῖν, ἢ πρόσθεν οὗτος οὐκ ἔτλη ποτ' ἄν.

[blocks in formation]

380

385

Πάραλά τ' ἄντρα καὶ νόμος ἐπάκτιον, Γι
Πολὺν πολύν με δαρόν τε δὴ -

390

Κατείχετ ̓ ἀμφὶ Τροίαν χρόνον· ἀλλ ̓ οὐκ ἔτι μ', οὐκ
Ἔτ ̓ ἀμπνοὰς ἔχοντα. Τοῦτό τις φρονῶν ἴστω. ἱπε!

Ω Σκαμάνδριοι

Γείτονες ῥοαὶ,

Εὔφρονες ̓Αργείοις

Οὐκ ἔτ ̓ ἄνδρα μὴ

395

Τόνδ ̓ ἴδητ ̓, ἔπος

Εξερέω μέγ', οἷον οὔτινα

Τροία στρατοῦ δέρχθη, χθονός μολόντ ̓ ἀπὸ
Ελλανίδος· τανῦν δ ̓ ἄτιμος

Ωδε πρόκειμαι.

ΧΟΡΟΣ ΣΑΛΑΜΙΝΙΩΝ ΝΑΥΤΩΝ.

Οὔτοι σ ̓ ἀπείργειν, οὐδ ̓ ὅπως ἐῶ λέγειν
Ἔχω, κακοῖς τοιοῖσδε συμπεπτωκότα.

ΑΙΑΣ.

Αἰαῖ· τίς ἄν ποτ' ᾤεθ ̓ ὧδ ̓ ἐπώνυμον
Τοὐμὸν ξυνοίσειν ὄνομα τοῖς ἐμοῖς κακοῖς ;
Νῦν γὰρ πάρεστι καὶ δὶς αἰάζειν ἐμοὶ
Καὶ τρίς· τοιούτοις γὰρ κακοῖς ἐντυγχάνω·
Οτοῦ πατὴρ μὲν τῆσδ ̓ ἀπ ̓ Ιδαίας χθονὸς
Τὰ πρῶτα καλλιστεῖ ̓ ἀριστεύσας στρατοῦ
Πρὸς οἶκον ἦλθε πᾶσαν εὔκλειαν φέρων.
Ἐγὼ δ ̓ ὁ κείνου παῖς, τὸν αὐτὸν εἰς τόπον
Τροίας ἐπελθὼν οὐκ ἐλάσσονι σθένει,
Οὐδ ̓ ἔργα μείω χειρὸς ἀρκέσας ἐμῆς,
"Ατιμος 'Αργείοισιν ὧδ ̓ ἀπόλλυμαι.
Καίτοι τοσοῦτόν γ' ἐξεπίστασθαι δοκῶ,
Εἰ ζῶν ̓Αχιλλεὺς τῶν ὅπλων τῶν ὧν πέρι

400

405

410

415

Κρίνειν ἔμελλε κράτος ἀριστείας τινὶ,

Οὐκ ἄν τις αὔτ ̓ ἔμαρψεν ἄλλος ἀντ ̓ ἐμοῦ. Αγίο
Νῦν δ ̓ αὔτ ̓ Ατρεῖδαι φωτὶ παντουργῷ φρένας
Επραξαν, ἀνδρὸς τοῦδ ̓ ἀπώσαντες κράτη.
Κεἰ μὴ τόδ ̓ ὄμμα καὶ φρένες διάστροφοι
Γνώμης ἀπῇξαν τῆς ἐμῆς, οὐκ ἄν ποτε

420

? Δίκην κατ ̓ ἄλλου φωτὸς ὧδ ̓ ἐψήφισαν. αναςά του

Νῦν δ ̓ ἡ Διὸς γοργῶπις ἀδώματος θεὰ
Ἤδη μ' ἐπ ̓ αὐτοῖς χεῖρ ̓ ἐπεντύνοντ ̓ ἐμὴν
Ἔσφηλεν ἐμβαλοῦσα λυσσώδη νόσον,

[ocr errors]

Ωστ ̓ ἐν τοιοῖσδε χεῖρας αἱμάξαι βοτοῖς·
Κεῖνοι δ ̓ ἐπεγγελῶσιν ἐκπεφευγότες,
Ἐμοῦ μὲν οὐχ ἑκόντος· εἰ δέ τις θεῶν
Βλάπτοι, φύγοι τἂν χώ κακὸς τὸν κρείσσονα.
Καὶ νῦν τί χρὴ δρᾶν; ὅστις ἐμφανῶς θεοῖς
Εχθαίρομαι, μισεῖ δέ μ' ̔Ελλήνων στρατὸς,
Εχθει δὲ Τροία πᾶσα καὶ πεδία τάδε.
Πότερα πρὸς οἴκους, ναυλόχους λιπών ἕδρας
Μόνους τ' Ατρείδας, πέλαγος Αἰγαῖον περῶ ;
Καὶ ποῖον ὄμμα πατρὶ δηλώσω φανεὶς
Τελαμῶνι ; πῶς με τλήσεταί ποτ ̓ εἰσιδεῖν
Γυμνὸν φανέντα τῶν ἀριστείων ἄτερ,

425

[ocr errors]

( mast trik h

430

Toi ar

Ων αὐτὸς ἔσχε στέφανον εὐκλείας μέγαν ; ἐν τη
Οὐκ ἔστι τοὔργον τλητόν. ̓Αλλὰ δῆτ ̓ ἰὼν
Πρὸς ἔρυμα Τρώων, ξυμπεσὼν μόνος μόνοις
Καὶ δρῶν τι χρηστὸν, εἶτα λοίσθιον θάνω ;
Αλλ' ωδέ γ' 'Ατρείδας ἂν εὐφράναιμί που.
Οὐκ ἔστι ταῦτα. Πειρά τις ζητητέα
Τοιάδ ̓ ἀφ ̓ ἧς γέροντι δηλώσω πατρὶ

Μή τοι φύσιν γ ̓ ἄσπλαγχνος ἐκ κείνου γεγώς.

435

440

445

Αἰσχρὸν γὰρ ἄνδρα τοῦ μακροῦ χρήζειν βίου,
Κακοῖσιν ὅστις μηδὲν ἐξαλλάσσεται.
Τί γὰρ παρ ̓ ἦμαρ ἡμέρα τέρπειν ἔχει
Προσθεῖσα κἀναθεῖσα τοῦ γε κατθανεῖν ;
Οὐκ ἂν πριαίμην οὐδενὸς λόγου βροτον
Οστις κεναῖσιν ἐλπίσιν θερμαίνεται.
Αλλ ̓ ἢ καλῶς ζῆν, ἢ καλῶς τεθνηκέναι
Τον εὐγενῆ χρή. Πάντ ̓ ἀκήκοας λόγον.

ΧΟΡΟΣ ΣΑΛΑΜΙΝΙΩΝ ΝΑΥΤΩΝ.

Οὐδεὶς ἐρεῖ ποθ ̓ ὡς ὑπόβλητον λόγον,
Αἴας, ἔλεξας, ἀλλὰ τῆς σαυτοῦ φρενός.
Παύσαί γε μέντοι καὶ δὸς ἀνδράσιν φίλοις
Γνώμης κρατῆσαι τάσδε φροντίδας μεθείς.

ΤΕΚΜΗΣΣΑ.

'Ω δέσποτ ̓ Αἴας, τῆς ἀναγκαίας τύχης
Οὐκ ἔστιν οὐδὲν μεῖζον ἀνθρώποις κακόν.
Ἐγὼ δ ̓ ἐλευθέρου μὲν ἐξέφυν πατρὸς,
Εἴπερ τινὸς σθένοντος ἐν πλούτῳ Φρυγών·
Νῦν δ ̓ εἰμὶ δούλη. Θεοῖς γὰρ ὧδ ̓ ἔδοξέ που
Καὶ σῇ μάλιστα χειρί. Τοιγαροῦν, ἐπεὶ
Το σὸν λέχος ξυνῆλθον, εὖ φρονῶ τὰ σὰ,
Καί σ ̓ ἀντιάζω πρός τ ̓ ἐφεστίου Διός
Εὐνῆς τε τῆς σῆς, ᾗ συνηλλάχθης ἐμοὶ,
Μή μ' ἀξιώσῃς βάξιν ἀλγεινὴν λαβεῖν
Τῶν σῶν ὑπ ̓ ἐχθρῶν, χειρίαν ἐφεὶς τινί.
Ἢν γὰρ θάνῃς σὺ καὶ τελευτήσας ἀφῇς,
Ταύτῃ νόμιζε κἀμὲ τῇ τόθ ̓ ἡμέρᾳ
Βία ξυναρπασθεῖσαν ̓Αργείων ὕπο
Ξὺν παιδὶ τῷ σῷ δουλίαν ἕξειν τροφήν.
Καί τις πικρὸν πρόσφθεγμα δεσποτῶν ἐρεῖ

450

455

460

465

470

475

Λόγοις ἰάπτων, ἴδετε τὴν ὁμευνέτιν
Αἴαντος, ὃς μέγιστον ἴσχυσε στρατοῦ,
Οἵας λατρείας ἀνθ ̓ ὅσου ζήλου τρέφει.

Τοιαῦτ ̓ ἐρεῖ τις. Κἀμὲ μὲν δαίμων ἐλα, με
Σοὶ δ ̓ αἰσχρὰ τἄπη ταῦτα καὶ τῷ σῷ γένει.
̓Αλλ' αἴδεσαι μὲν πατέρα τὸν σὸν ἐν λυγρῷ
Γήρα προλείπων, αἴδεσαι δὲ μητέρα
Πολλῶν ἐτῶν κληροῦχον, ἥ σε πολλάκις
Θεοῖς ἀρᾶται ζῶντα πρὸς δόμους μολεῖν·
Οἴκτειρε δ ̓, ὦναξ, παῖδα τὸν σὸν, εἰ νέας
Τροφῆς στερηθεὶς σοῦ διοίσεται μόνος
Ὑπ ̓ ὀρφανιστῶν μὴ φίλων, ὅσον κακὸν
Κείνῳ τε κἀμοὶ τοῦθ ̓, ὅταν θάνῃς, νεμεῖς.
Ἐμοὶ γὰρ οὐκ ἔτ ̓ ἐστὶν εἰς ὅ τι βλέπω
Πλὴν σοῦ. Σὺ γάρ μοι πατρίδ ̓ ᾔστωσας δόρει,
Καὶ μητέρ ̓ ἄλλη μοῖρα τὸν φύσαντά τε
Καθεῖλεν "Αιδου θανασίμους οικήτορας.
Τίς δῆτ ̓ ἐμοὶ γένοιτ ̓ ἂν ἀντὶ σοῦ πατρίς ;
Τίς πλοῦτος ; ἐν σοὶ πᾶσ ̓ ἔγωγε σώζομαι.
̓Αλλ ̓ ἴσχε κἀμοῦ μνῆστιν. ̓Ανδρί τοι χρεὼν
Μνήμην προσεῖναι, τερπνὸν εἴ τί που πάθοι. Γ
Χάρις χάριν γάρ ἐστιν ἡ τίκτουσ ̓ ἀεί·
̔́Οτου δ ̓ ἀποῤῥεῖ μνῆστις εὖ πεπονθότος,
Οὐκ ἂν γένοιτ ̓ ἔθ ̓ οὗτος εὐγενὴς ἀνήρ. Χ

ΧΟΡΟΣ ΣΑΛΑΜΙΝΙΩΝ ΝΑΥΤΩΝ.

Αἴας, ἔχειν σ ̓ ἂν οἶκτον ὡς κἀγὼ φρενί
Θελοιμ ̓ ἄν· αἰνοίης γὰρ ἂν τὰ τῆσδ ̓ ἔπη.

ΑΙΑΣ.

Καὶ κάρτ ̓ ἐπαίνου τεύξεται πρὸς γοῦν ἐμοῦ,
Ἐὰν μόνον τὸ ταχθὲν εὖ τολμᾷ τελεῖν.

480

485

490

495

500

« ÎnapoiContinuă »