Imagini ale paginilor
PDF
ePub
[ocr errors]

ΤΕΚΜΗΣΣΑ.

Πότερα δ ̓ ἂν, εἰ νέμοι τις αἵρεσιν, λάβοις,
Φίλους ἀνιῶν αὐτὸς ἡδονὰς ἔχειν,
Ἢ κοινὸς ἐν κοινοῖσι λυπεῖσθαι ξυνών ;

ΧΟΡΟΣ ΣΑΛΑΜΙΝΙΩΝ ΝΑΥΤΩΝ.

Τό τοι διπλάζον, ὦ γύναι, μεῖζον κακόν.

ΤΕΚΜΗΣΣΑ.

Ἡμεῖς ἄρ ̓ οὐ νοσοῦντες ἀτώμεσθα νῦν.

ΧΟΡΟΣ ΣΑΛΑΜΙΝΙΩΝ ΝΑΥΤΩΝ.

Πῶς τοῦτ ̓ ἔλεξας; οὐ κάτοιδ ̓ ὅπως λέγεις.

ΤΕΚΜΗΣΣΑ.

Ανὴρ ἐκεῖνος, ἡνίκ ̓ ἦν ἐν τῇ νόσῳ,
Αὐτὸς μὲν ἥδεθ ̓ οἷσιν εἴχετ ̓ ἐν κακοῖς,
Ἡμᾶς δὲ τοὺς φρονοῦντας ἠνία ξυνών·
Νῦν δ ̓ ὡς ἔληξε κανέπνευσε τῆς νόσου,
Κεϊνός τε λύπῃ πᾶς ἐλήλαται κακῇ
Ἡμεῖς θ ̓ ὁμοίως οὐδὲν ἧσσον ἢ πάρος.
Αρ ̓ ἔστι ταῦτα δὶς τόσ ̓ ἐξ ἁπλῶν κακά ;

ΧΟΡΟΣ ΣΑΛΑΜΙΝΙΩΝ ΝΑΥΤΩΝ.

Ξύμφημι δή σοι καὶ δέδοικα μὴ ἐκ θεοῦ
Πληγή τις ἥκῃ. Πῶς γὰρ, εἰ πεπαυμένος
Μηδέν τι μᾶλλον ἢ νοσῶν εὐφραίνεται ;

ΤΕΚΜΗΣΣΑ.

Ως ὧδ ̓ ἐχόντων τῶνδ ̓ ἐπίστασθαί σε χρή.

ΧΟΡΟΣ ΣΑΛΑΜΙΝΙΩΝ ΝΑΥΤΩΝ.

Τίς γάρ ποτ' ἀρχὴ τοῦ κακοῦ προσέπτατο ;
Δήλωσον ἡμῖν τοῖς ξυναλγοῦσιν τύχας.

ΤΕΚΜΗΣΣΑ.

Απαν μαθήσει τοὔργον, ὡς κοινωνὸς ὤν.
Κεῖνος γὰρ ἄκρας νυκτός, ἡνίχ ̓ ἕσπεροι

255

260

265

270

Λαμπτῆρες οὐκέτ ̓ ἦθον, ἄμφηκες λαβὼν
Εμαίετ ̓ ἔγχος ἐξόδους ἕρπειν κενάς.
Κἀγὼ ̓πιπλήσσω καὶ λέγω, τί χρῆμα δρᾷς,
Αἴας ; τί τήνδ ̓ ἄκλητος οὔθ ̓ ὑπ ̓ ἀγγέλων
Κληθεὶς ἀφορμᾷς πεῖραν οὔτε τοῦ κλύων
Σάλπιγγος ; ἀλλὰ νῦν γε πᾶς εὕδει στρατός.
Ο δ ̓ εἶπε πρός με βαί', ἀεὶ δ ̓ ὑμνούμενα·
Γύναι, γυναιξὶ κόσμον ἡ σιγὴ φέρει.

Κἀγὼ μαθοῦσ ̓ ἔληξ ̓, ὁ δ ̓ ἐσσύθη μόνος.
Καὶ τὰς ἐκεῖ μὲν οὐκ ἔχω λέγειν πάθας·
Ἔσω δ ̓ ἐσῆλθε συνδέτους ἄγων ὁμοῦ
Ταύρους, κύνας βοτῆρας, εὔκερών τ' ἄγραν.
Καὶ τοὺς μὲν ηὐχένιζε, τοὺς δ ̓ ἄνω τρέπων
Ἔσφαζε καῤῥάχιζε, τοὺς δὲ δεσμίους
Ηικίζεθ ̓ ὥστε φῶτας ἐν ποίμναις πίτνων.
Τέλος δ ̓ ὑπάξας διὰ θυρῶν σκιᾷ τινὶ
Λόγους ἀνέσπα τοὺς μὲν ̓Ατρειδῶν κάτα,

Τοὺς δ ̓ ἀμφ' Οδυσσεῖ, ξυντιθεὶς γέλων πολὺν,
Οσην κατ ̓ αὐτῶν ὕβριν ἐκτίσαιτ ̓ ἰών
Κἄπειτ ̓ ἐπάξας αὖθις ἐς δόμους πάλιν
Εμφρων μόλις πως ξὺν χρόνῳ καθίσταται,
Καὶ πλῆρες ἄτης ὡς διοπτεύει στέγος,
Παίσας κάρα 'θώϋξεν· ἐν δ ̓ ἐρειπίοις
Νεκρῶν ἐρειφθεὶς ἕζετ ̓ ἀρνείου φόνου,
Κόμην ἀπρὶξ ὄνυξι συλλαβὼν χερί.

Καὶ τὸν μὲν ἧστο πλεῖστον ἄφθογγος χρόνον·
Επειτ ̓ ἐμοὶ τὰ δείν ̓ ἐπηπείλησ ̓ ἔπη,
Εἰ μὴ φανοίην πᾶν τὸ συντυχὸν πάθος,
Κανήρετ ̓ ἐν τῷ πράγματος κυροῦ ποτέ.
Κἀγὼ, φίλοι, δείσασα τοὐξειργασμένον

275

280

285

290

295

300

Ἔλεξα πᾶν ὅσονπερ ἐξηπιστάμην.
Ὁ δ ̓ εὐθὺς ἐξώμωξεν οἰμωγὰς λυγρὰς,
“Ας οὔποτ ̓ αὐτοῦ πρόσθεν εἰσήκουσ ̓ ἐγώ.
Πρὸς γὰρ κακοῦ τε καὶ βαρυψύχου γόους
Τοιούσδ ̓ ἀεί ποτ' ἀνδρὸς ἐξηγεῖτ ̓ ἔχειν·
̓Αλλ ̓, ἀψόφητος ὀξέων κωκυμάτων
// Ὑπεστέναζε ταῦρος ὣς βρυχώμενος.

Νῦν δ ̓ ἐν τοιᾷδε κείμενος κακῇ τύχῃ
Ασιτος ἁνὴρ, ἄποτος, ἐν μέσοις βοτοῖς
Σιδηροκμῆσιν ἥσυχος θακεῖ πεσών.
Καὶ δῆλός ἐστιν ὥς τι δρασείων κακόν.
Τοιαῦτα γάρ πως καὶ λέγει κὠδύρεται.
̓Αλλ ̓, ὦ φίλοι, τούτων γὰρ οἵνεκ ̓ ἐστάλην,
Αρήξατ ̓ εἰσελθόντες, εἰ δύνασθέ τι.
Φίλων γὰρ οἱ τοιοίδε νικῶνται λόγοις.

ΧΟΡΟΣ ΣΑΛΑΜΙΝΙΩΝ ΝΑΥΤΩΝ.

Τέκμησσα δεινὰ παῖ Τελεύταντος λέγεις
Ἡμῖν, τὸν ἄνδρα διαπεφοιβάσθαι κακοῖς.

[ocr errors]

305

310

315

Ιώ μοί μοι.

ΑΙΑΣ.

ΤΕΚΜΗΣΣΑ.

Τάχ', ὡς ἔοικε, μᾶλλον· ἢ οὐκ ἠκούσατε
Αἴαντος, οἵαν τήνδε θωύσσει βοήν ;

Ιώ μοί μοι.

ΑΙΑΣ.

ΧΟΡΟΣ ΣΑΛΑΜΙΝΙΩΝ ΝΑΥΤΩΝ.

Ανὴρ ἔοικεν ἢ νοσεῖν, ἢ τοῖς πάλαι

Νοσήμασι ξυνοῦσι λυπεῖσθαι παρών,

Ιώ παί παῖ.

ΑΙΑΣ.

320

325

ΤΕΚΜΗΣΣΑ.

Ωμοι τάλαιν'· Εὐρύσακες, ἀμφὶ σοὶ βοᾷ.

Τί

ποτε μενοινᾷ ; ποῦ ποτ ̓ εἶ; τάλαιν ̓ ἐγώ.

ΑΙΑΣ.

Τεύκρον καλώ. Ποῦ Τεύκρος ; ἢ τὸν εἰσαεὶ
Λεηλατήσει χρόνον ; ἐγὼ δ ̓ ἀπόλλυμαι.

ΧΟΡΟΣ ΣΑΛΑΜΙΝΙΩΝ ΝΑΥΤΩΝ.

Ανὴρ φρονεῖν ἔοικεν. Αλλ' ἀνοίγετε.
Τάχ ̓ ἄν τιν ̓ αἰδῶ κἀπ ̓ ἐμοὶ βλέψας λάβοι.

ΤΕΚΜΗΣΣΑ.

Ἰδοὺ, διοίγω· προσβλέπειν δ ̓ ἔξεστί σοι
Τὰ τοῦδε πράγη, καὐτὸς ὡς ἔχων κυρεί.

(Ανοίγεται ἡ σκηνή.)

ΑΙΑΣ.

Στροφή α'.

Ιὼ φίλοι ναυβάται, μόνοι ἐμῶν φίλων

Μόνοι τ ̓ ἐμμένοντες ὀρθῷ νόμῳ,

Ιδεσθέ μ' οἷον ἄρτι κῦμα φοινίας ὑπὸ ζάλης
Αμφίδρομον κυκλείται.

ΧΟΡΟΣ ΣΑΛΑΜΙΝΙΩΝ ΝΑΥΤΩΝ.

Οἴμ ̓ ὡς ἔοικας ὀρθὰ μαρτυρεῖν ἄγαν.

Δηλοῖ δὲ τοὔργον ὡς ἀφροντίστως ἔχει.

ΑΙΑΣ.

Αντιστροφή α'.

Ἰὼ γένος ναΐας ἀρωγὸν τέχνας,

“Αλιον ὃς ἐπέβας ελίσσων πλάταν,

Σέ τοι σέ τοι μόνον δέδορκα ποιμένων ἐπαρκέσοντ ̓·
Αλλά με συνδάϊξον.

ΧΟΡΟΣ ΣΑΛΑΜΙΝΙΩΝ ΝΑΥΤΩΝ.

Εὔφημα φώνει. Μὴ κακὸν κακῷ διδοὺς
Ακος πλέον τὸ πῆμα τῆς ἄτης τίθει.

330

335

340

345

ΑΙΑΣ.

Στροφή β'.

Ορᾷς τὸν θρασὺν, τὸν εὐκάρδιον,
Τὸν ἐν δαΐοις ἄτρεστον μάχαις,
Ἐν ἀφόβοις με θηρσὶ δεινὸν χέρας ;
Οἴμοι γέλωτος, οἷον ὑβρίσθην ἄρα.

ΤΕΚΜΗΣΣΑ.

Μὴ, δέσποτ ̓ Αἴας, λίσσομαί σ', αὔδα τάδε.

ΑΙΑΣ.

Οὐκ ἐκτός ; οὐκ ἄψοῤῥον ἐκνεμεῖ πόδα ;
Αἰαὶ αἰαῖ.

ΧΟΡΟΣ ΣΑΛΑΜΙΝΙΩΝ ΝΑΥΤΩΝ.

Ω πρὸς θεῶν ὕπεικε καὶ φρόνησον εὖ.

ΑΙΑΣ.

350

Ὢ δύσμορος, ὃς χερὶ μὲν μεθῆκα τοὺς ἀλάστορας, 355 Ἐν δ ̓ ἑλίκεσσι βουσὶ καὶ κλυτοῖς πεσὼν αἰπολίοις Ερεμνὸν αἷμ ̓ ἔδευσα.

ΧΟΡΟΣ ΣΑΛΑΜΙΝΙΩΝ ΝΑΥΤΩΝ.

Τί δῆτ ̓ ἂν ἀλγοίης ἐπ ̓ ἐξειργασμένοις ;

Οὐ γὰρ γένοιτ' ἂν ταῦθ ̓ ὅπως οὐχ ὧδ ̓ ἔχειν.

ΑΙΑΣ.

Αντιστροφή β'.

Ἰὼ πάνθ ̓ ὁρῶν, ἁπάντων τ ̓ ἀεὶ
Κακῶν ὄργανον, τέκνον Λαρτίου,
Κακοπινέστατόν τ' ἄλημα στρατοῦ,
Η που πολὺν γέλωθ ̓ ὑφ ̓ ἡδονῆς ἄγεις.

ΧΟΡΟΣ ΣΑΛΑΜΙΝΙΩΝ ΝΑΥΤΩΝ.

Εὺν τῷ θεῷ πᾶς καὶ γελᾷ κωδύρεται.

ΑΙΑΣ.

Ιδοιμί νιν, καίπερ ὧδ ̓ ἀτώμενος.

360

365

Ιώ μοί μοι.

« ÎnapoiContinuă »