Imagini ale paginilor
PDF
ePub

Τούτου τίς ἄν σοι τἀνδρὸς ἢ προνούστερος,
Η δρᾶν ἀμείνων εὑρέθη τὰ καίρια ;

ΟΔΥΣΣΕΥΣ.

Ἐγὼ μὲν οὐδέν ̓ οἶδ'· ἐποικτείρω δέ νιν
Δύστηνον ἔμπας, καίπερ ὄντα δυσμενή,

Οθούνεκ ̓ ἄτῃ συγκατέζευκται κακῇ,

Οὐδὲν τὸ τούτου μᾶλλον ἢ τοὐμὸν σκοπῶν. ?
Ὁρῶ γὰρ ἡμᾶς οὐδὲν ὄντας ἄλλο πλὴν
Εἴδωλ ̓ ὅσοιπερ ζῶμεν ἢ κούφην σκιάν.

ΑΘΗΝΑ.

Τοιαῦτα τοίνυν εἰσορῶν ὑπέρκοπον
Μηδέν ποτ' εἴπῃς αὐτὸς εἰς θεοὺς ἔπος,
Μηδ ̓ ὄγκον ἄρῃ μηδέν, εἴ τινος πλέον
Ἢ χειρὶ βρίθεις ἢ μακροῦ πλούτου βάθει.
Ως ἡμέρα κλίνει τε κἀνάγει πάλιν
"Απαντα τἀνθρώπεια· τοὺς δὲ σώφρονας
Θεοὶ φιλοῦσι καὶ στυγοῦσι τοὺς κακούς.

ΧΟΡΟΣ ΣΑΛΑΜΙΝΙΩΝ ΝΑΥΤΩΝ.

Τελαμώνιε παί, τῆς ἀμφιρύτου
Σαλαμῖνος ἔχων βάθρον ἀγχιάλου,
Σὲ μὲν εὖ πράσσοντ ̓ ἐπιχαίρω·
Σὲ δ ̓ ὅταν πληγὴ Διὸς ἢ ζαμενής
Λόγος ἐκ Δαναῶν κακόθρους ἐπιβῇ,
Μέγαν ὄκνον ἔχω καὶ πεφόβημαι
Πτηνῆς ὡς ὄμμα πελείας.

Ως καὶ τῆς νῦν φθιμένης νυκτὸς
Μεγάλοι θόρυβοι κατέχουσ ̓ ἡμᾶς
Ἐπὶ δυσκλείᾳ, σὲ τὸν ἱππομανῆ
Λειμῶν ἐπιβάντ ̓ ὀλέσαι Δαναῶν
Βοτὰ καὶ λείαν,

120

125

130

135

140

145

Ηπερ δορίληπτος ἔτ ̓ ἦν λοιπὴ

Κτείνοντ' αἴθωνι σιδήρω.

Τοιούσδε λόγους ψιθύρους πλάσσων

Εἰς ὦτα φέρει πᾶσιν Οδυσσεύς,
Καὶ σφόδρα πείθει. Περὶ γὰρ σοῦ νῦν

Εὔπέιστα λέγει, καὶ πᾶς ὁ κλύων
Τοῦ λέξαντος χαίρει μᾶλλον
Τοῖς σοῖς ἄχεσιν καθυβρίζων.

Τῶν γὰρ μεγάλων ψυχῶν ἱεὶς

αν

Οὐκ ἂν ἁμάρτοι· κατὰ δ ̓ ἄν τις ἐμοῦ
Τοιαῦτα λέγων οὐκ ἂν πείθοι·
Πρὸς γὰρ τὸν ἔχονθ ̓ ὁ φθόνος ἕρπει.
Καίτοι σμικροὶ μεγάλων χωρὶς
Σφαλερὸν πύργου ῥύμα πέλονται·
Μετὰ γὰρ μεγάλων βαιὸς ἄριστ ̓ ἂν
Καὶ μέγας ὀρθοῖθ ̓ ὑπὸ μικροτέρων.
̓Αλλ ̓ οὐ δυνατὸν τοὺς ἀνοήτους
Τούτων γνώμας προδιδάσκειν.
Ὑπὸ τοιούτων ἀνδρῶν θορυβεῖ
Χἠμεῖς οὐδὲν σθένομεν πρὸς ταῦτ ̓
Απαλέξασθαι σοῦ χωρὶς, ἄναξ.

̓Αλλ' ὅτε γὰρ δὴ τὸ σὸν ὄμμ ̓ ἀπέδραν,
Παταγοῦσιν ἅτε πτηνῶν ἀγέλαι·
Μέγαν αἰγυπιὸν δ ̓ ὑποδείσαντες
Τάχ ̓ ἂν, ἐξαίφνης εἰ σὺ φανείης,
Σιγῇ πτήξειαν ἄφωνοι. κ

Στροφή.

*Η ρά σε Ταυροπόλα Διὸς "Αρτεμις,

Ω μεγάλα φάτις, ὦ Μᾶτερ αἰσχύνας ἐμᾶς,

150

155

160

165

170

[ocr errors]

Ωρμασε πανδάμους ἐπὶ βοῦς ἀγελαίας,

Η πού τινος νίκας ἀκάρπωτον χάριν,

Η ῥα κλυτῶν ἐνάρων

Ψευσθεῖσ', ἀδώροις εἴτ ̓ ἐλαφηβολίαις

Ἢ χαλκοθώραξ ή τιν Ενυάλιος περι
Μομφὰν ἔχων ξυνοῦ δορὸς ἐννυχίοις
Μαχαναῖς ἐτίσατο λώβαν ;

Αντιστροφή.

Οὔ ποτε γὰρ φρενόθεν γ ̓ ἐπ ̓ ἀριστερά,

Παὶ Τελαμῶνος, ἔβας

Τόσσον ἐν ποίμναις πίτνων·

Ηκοι γὰρ ἂν θεία νόσος· ἀλλ ̓ ἀπερύκοι

Καὶ Ζεὺς κακὰν καὶ Φοῖβος ̓Αργείων φάτιν.
Εἰ δ ̓ ὑποβαλλόμενοι

Κλέπτουσι μύθους οἱ μεγάλοι βασιλῆς,

Ἢ τᾶς ἀσώτου Σισυφιδᾶν γενεᾶς,
Μὴ μή μ', ἄναξ, ἔθ ̓ ὧδ ̓ ἐφάλοις κλισίαις
Ομμ' ἔχων κακὰν φάτιν ἄρῃ.

Επῳδή.

̓Αλλ ̓ ἄνα ἐξ ἑδράνων, ὅπου μακραίωνι
Στηρίζει ποτὲ τῇδ ̓ ἀγωνίῳ σχολᾷ
*Αταν οὐρανίαν φλέγων. ἐχθρῶν δ ̓ ὕβρις

Ατάρβητος ὁρμᾶται

Εν εὐανέμοις βάσσαις,

[blocks in formation]

Απάντων καχαζόντων

Γλώσσαις βαρυαλγήτα·

Ἐμοὶ δ ̓ ἄχος ἕστακεν.

ΤΕΚΜΗΣΣΑ.

200

Ναὸς ἀρωγοὶ τῆς Αἴαντος,

Γενεᾶς χθονίων ἀπ ̓ Ερεχθειδᾶν,

Ἔχομεν στοναχὰς οἱ κηδόμενοι
Τοῦ Τελαμῶνος τηλόθεν οἴκου.

Νῦν γὰρ ὁ δεινὸς μέγας ὠμοκρατὴς

Αἴας θολερῷ

Κεῖται χειμῶνι νοσήσας.

ΧΟΡΟΣ ΣΑΛΑΜΙΝΙΩΝ ΝΑΥΤΩΝ.

Τί δ ̓ ἐνήλλακται τῆς ἁμερίας

Νὺξ ἥδε βάρος ;

Παὶ τοῦ Φρυγίοιο Τελεύταντος,
Λέγ', ἐπεί σε λέχος δουριάλωτον
Στέρξας ανέχει θούριος Αἴας·
Ωστ ̓ οὐκ ἂν ἄιδρις ὑπείποις. "

ΤΕΚΜΗΣΣΑ.

Πῶς δῆτα λέγω λόγον ἄῤῥητον ;
Θανάτῳ γὰρ ἴσον πάθος ἐκπεύσει.
Μανία γὰρ ἁλοὺς ἡμῖν ὁ κλεινὸς
Νύκτερος Αἴας ἀπελωβήθη.
Τοιαῦτ ̓ ἂν ἴδοις σκηνῆς ἔνδον

Χειροδάϊκτα σφάγι' αἱμοβαφῆ,

Κείνου χρηστήρια τἀνδρός.

ΧΟΡΟΣ ΣΑΛΑΜΙΝΙΩΝ ΝΑΥΤΩΝ.

Στροφή.

205

210

215

Οἵαν ἐδήλωσας ἀνδρὸς αἴθοπος ἀγγελίαν ἄτλατον οὐδὲ

φευκταν,

Τῶν μεγάλων Δαναῶν ὕπο κληζομέναν,

Τὰν ὁ μέγας μῦθος ἀέξει.

Οἴμοι φοβοῦμαι το προσέρπον. Περίφαντος ἀνὴρ

Θανεῖται, παραπλήκτῳ χερὶ συγκατακτὰς

220

Κελαινοῖς ξίφεσιν βοτὰ καὶ βοτῆρας ἱππονώμας. 225

ΤΕΚΜΗΣΣΑ.

Ωμοι· κεῖθεν κεῖθεν ἄρ ̓ ἡμῖν

Δεσμῶτιν ἄγων ἤλυθε ποίμναν·
Ων τὴν μὲν ἔσω σφας ̓ ἐπὶ γαίας,
Τὰ δὲ πλευροκοπῶν δίχ ̓ ἀνεῤῥήγνυ.
Δύο δ ̓ ἀργίποδας κριοὺς ἀνελὼν
Τοῦ μὲν κεφαλὴν καὶ γλῶσσαν ἄκραν
Ρίπτει θερίσας, τὸν δ ̓ ὀρθὸν ἄνω
Κίονι δήσας

Μέγαν ἱπποδέτην ῥυτῆρα λαβὼν

Παίει λιγυρᾷ μάστιγι διπλῇ,

Κακὰ δεννάζων ῥήμαθ ̓, ἃ δαίμων

Κοὐδεὶς ἀνδρῶν ἐδίδαξεν.

ΧΟΡΟΣ ΣΑΛΑΜΙΝΙΩΝ ΝΑΥΤΩΝ.

Αντιστροφή.

230

235

Ωρα τιν ἤδη κάρα καλύμμασι κρυψάμενον ποδοῖν

κλοπὰν ἀρέσθαι,

Ἢ θοὸν εἰρεσίας ζυγὸν ἑζόμενον

Ποντοπόρῳ ναὶ μεθεῖναι.

Τοίας ἐρέσσουσιν ἀπειλὰς δικρατεῖς ̓Ατρείδαι
Καθ ̓ ἡμῶν· πεφόβημαι λιθόλευστον "Αρη

[ocr errors]

Ξυναλγεῖν μετὰ τοῦδε τυπείς, τὸν αἶσ ̓ ἄπλατος ἴσχει.

ΤΕΚΜΗΣΣΑ.

Οὐκ ἔτι. Λαμπρᾶς γὰρ ἄτερ στεροπᾶς

240

Αιξας ὀξὺς νότος ὡς λήγει.

Καὶ νῦν φρόνιμος νέον ἄλγος ἔχει.

Τὸ γὰρ ἐσλεύσσειν οἰκεῖα πάθη,
Μηδενὸς ἄλλου παραπράξαντος,
Μεγάλας ὀδύνας ὑποτείνει.

ΧΟΡΟΣ ΣΑΛΑΜΙΝΙΩΝ ΝΑΥΤΩΝ.

̓Αλλ ̓ εἰ πέπαυται, κάρτ ̓ ἂν εὐτυχεῖν δοκῶ.
Φρούδου γὰρ ἤδη τοῦ κακοῦ μείων λόγος.

245

250

« ÎnapoiContinuă »