Βάσιν κυκλοῦντ', Αἴαντι τῷ σακεσφόρῳ. ΑΘΗΝΑ. Εγνων, Οδυσσεῦ, καὶ πάλαι φύλαξ ἔβην ΟΔΥΣΣΕΥΣ. *Η καὶ, φίλη δέσποινα, πρὸς καιρὸν πονῶ ; ΑΘΗΝΑ. Ως ἔστιν ἀνδρὸς τοῦδε τἄργα ταῦτά σοι. ΟΔΥΣΣΕΥΣ. Καὶ πρὸς τί δυσλόγιστον ὧδ ̓ ᾖξεν χέρα ; ΑΘΗΝΑ. Χόλῳ βαρυνθεὶς τῶν ̓Αχιλλείων ὅπλων. ΟΔΥΣΣΕΥΣ. Τί δῆτα ποίμναις τήνδ ̓ ἐπεμπίπτει βάσιν ; ΑΘΗΝΑ. Δοκῶν ἐν ὑμῖν χεῖρα χραίνεσθαι φόνῳ. ΟΔΥΣΣΕΥΣ. *Η καὶ τό βούλευμ ̓ ὡς ἐπ ̓ ̓Αργείοις τόδ ̓ ἦν ; ΑΘΗΝΑ. Κἂν ἐξέπραξεν, εἰ κατημέλησ ̓ ἐγώ. ΟΔΥΣΣΕΥΣ. Ποίαισι τόλμαις ταῖσδε καὶ φρενῶν θράσει ; ΑΘΗΝΑ. Νύκτωρ ἐφ' ὑμᾶς δόλιος ὁρμᾶται μόνος. ΟΔΥΣΣΕΥΣ. Η καὶ παρέστη κἀπὶ τέρμ ̓ ἀφίκετο ; ΑΘΗΝΑ. Καὶ δὴ 'πὶ δισσαῖς ἦν στρατηγίσιν πύλαις. ΟΔΥΣΣΕΥΣ. Καὶ πῶς ἐπέσχε χεῖρα μαιμῶσαν φόνου ; ΑΘΗΝΑ. Εγώ σφ ̓ ἀπείργω, δυσφόρους ἐπ ̓ ὄμμασι 55 60 Ως ἄνδρας, οὐχ ὡς εὔκερων ἄγραν ἔχων. ΟΔΥΣΣΕΥΣ. Τί δρᾷς, ̓Αθάνα ; μηδαμῶς σφ ̓ ἔξω κάλει. ΑΘΗΝΑ. Οὐ σιγ ̓ ἀνέξει μηδὲ δειλίαν ἀρεῖς κ ΟΔΥΣΣΕΥΣ. Μὴ πρὸς θεῶν· ἀλλ ̓ ἔνδον ἀρκείτω μένων. ΑΘΗΝΑ. Τί μὴ γένηται ; πρόσθεν οὐκ ἀνὴρ ὅδ ̓ ἦν; ΟΔΥΣΣΕΥΣ. Εχθρός γε τῷδε τἀνδρὶ καὶ τανῦν ἔτι. ΑΘΗΝΑ. Οὔκουν γέλως ἥδιστος εἰς ἐχθροὺς γελᾶν ; ΟΔΥΣΣΕΥΣ. Ἐμοὶ μὲν ἀρκεῖ τοῦτον ἐν δόμοις μένειν. ΑΘΗΝΑ. Μεμηνότ ̓ ἄνδρα περιφανῶς ὀκνεῖς ἰδεῖν ; ΟΔΥΣΣΕΥΣ. Φρονοῦντα γάρ νιν οὐκ ἂν ἐξέστην ὄκνῳ. ΑΘΗΝΑ. ̓Αλλ' οὐδὲ νῦν σε μὴ παρόντ ̓ ἴδῃ πέλας. 80 ΟΔΥΣΣΕΥΣ. Πῶς, εἴπερ ὀφθαλμοῖς γε τοῖς αὐτοῖς ὁρᾷ; ΑΘΗΝΑ. Ἐγὼ σκοτώσω βλέφαρα καὶ δεδορκότα. ΟΔΥΣΣΕΥΣ. Γένοιτο μέντἂν πᾶν θεοῦ τεχνωμένου. ΑΘΗΝΑ. Σίγα νυν ἑστὼς καὶ μέν ̓ ὡς κυρεῖς ἔχων. ΟΔΥΣΣΕΥΣ. Μένοιμ' ἄν· ἤθελον δ ̓ ἂν ἐκτὸς ὢν τυχεῖν. αν ΑΘΗΝΑ. Ω οὗτος, Αίας, δεύτερόν σε προσκαλῶ. [ Τί βαιὸν οὕτως ἐντρέπει τῆς ξυμμάχου ; ΑΙΑΣ. Ω χαίρ' Αθάνα, χαῖρε Διογενές τέκνον, Ὡς εὖ παρέστης· καί σε παγχρύσοις ἐγὼ Στέψω λαφύροις τῆσδε τῆς ἄγρας χάριν. ΑΘΗΝΑ. Καλῶς ἔλεξας. Αλλ' ἐκεῖνό μοι φράσον, ΑΘΗΝΑ. Εἶεν, τί γὰρ δὴ παῖς ὁ τοῦ Λαερτίου, ΑΙΑΣ. *Η τοὐπίτριπτον κίναδος ἐξήρου μ ̓ ὅπου ; ΑΘΗΝΑ. Ἔγωγ'· Οδυσσέα, τὸν σὸν ἐνστάτην λέγω. ΑΙΑΣ. Ηδιστος, ὦ δέσποινα, δεσμώτης ἔσω ΑΘΗΝΑ. Πρὶν ἂν τί δράσης ἢ τί κερδάνῃς πλέον ; ΑΙΑΣ. Πρὶν ἂν δεθεὶς πρὸς κίον ̓ ἑρκείου στέγης ΑΘΗΝΑ. Τί δῆτα τὸν δύστηνον ἐργάσει κακόν ; ΑΙΑΣ. Μάστιγι πρῶτον νῶτα φοινιχθεὶς θάνῃ. ΑΘΗΝΑ. Μὴ δῆτα τὸν δύστηνον ὧδέ γ' αἰκίσῃ. ΑΙΑΣ. Χαίρειν, ̓Αθάνα, τἄλλ ̓ ἐγώ σ' ἐφίεμαι· ΑΘΗΝΑ. Σὺ δ ̓ οὖν, ἐπειδὴ τέρψις ἥδε σοι τὸ δρᾶν, ΑΙΑΣ. Χωρῶ πρὸς ἔργον· τοῦτό σοι δ ̓ ἐφίεμαι, ΑΘΗΝΑ. Ορᾷς, Οδυσσεύ, τὴν θεῶν ἰσχὺν ὅση ; 105 110 115 |