Imagini ale paginilor
PDF
ePub
[blocks in formation]

"Οτε δ' αὕτη ἡ μάχη ἐγένετο, Τισσαφέρνης ἐν Σάρδεσιν ἔτυχεν ὤν· ὥστε ᾐτιῶντο οἱ Πέρσαι προδεδόσθαι ὑπ' αὐτοῦ. γνοὺς δὲ καὶ αὐτὸς ὁ Περσῶν βασιλεὺς Τισσαφέρνην αἴτιον εἶναι τοῦ κακῶς φέρεσθαι τὰ αὑτοῦ, Τιθραύστην καταπέμμας αποτέμνει αὐτοῦ τὴν κεφαλήν. τοῦτο δὲ ποιήσας ὁ Τιθραύστης πέμπει πρὸς τὸν ̓Αγησίλαον πρέσβεις λέγοντας· Ο Αγησίλας, ὁ μὲν αἴτιος τῶν πραγμάτων καὶ ὑμῖν καὶ ἡμῖν ἔχει τὴν δίκην βασιλεὺς δὲ ἀξιοῖ σὲ μὲν ἀποπλεῖν οἴκαδε, τὰς δ' ἐν τῇ Ασία πόλεις αὐτονόμους οὔσας τὸν ἀρχαῖον δασμὸν αὐτῷ ἀποφέρειν.

Xenophon, Hellenics, B. III.

1. Parse ἐγένετο, ἔτυχεν, ᾐτιῶντο, προδεδόσθαι, γνούς, ἀποτέμνει, ἀξιοῖ.

2. Explain the syntax of Σάρδεσιν, ὤν, τοῦ φέρεσθαι. Why is the subject of προδεδόσθαι omitted

3. ἔχει τὴν δίκην. What is the equivalent Latin phrase? What verb might be substituted for έχει ! 4. Sketch the operations of Agesilaos in Asia.

Translate :

II.

διηγήσομαι δὲ καὶ τὴν μάχην, καὶ πῶς ἐγένετο οἷα οὐκ ἄλλη τῶν γ' ἐφ' ἡμῶν. συνήεσαν μὲν γὰρ εἰς τὸ κατὰ Κορώνειαν πεδίον οἱ μὲν σὺν ̓Αγησιλάῳ ἀπὸ τοῦ Κηφισού, οἱ δὲ

σὺν Θηβαίοις ἀπὸ ̔Ελικῶνος. εἶχε δ' 'Αγησίλαος μὲν δεξιὸν τοῦ μετ' αὐτοῦ, Ορχομένιοι δ' αὐτῷ ἔσχατοι ἦσαν τοῦ εὐωνύμου. οἱ δ ̓ αὖ Θηβαῖοι αὐτοὶ μὲν δεξιοὶ ἦσαν. Αργεῖοι δ' αὐτοῖς τὸ ἐὐώνυμον εἶχον. συνιόντων δὲ τέως μὲν σιγή πολλὴ ἀπ' ἀμφοτέρων ἦν· ἡνίκα δ' ἀπεῖχον ἀλλήλων ὅσον στάδιον, αλαλάξαντες οἱ Θηβαῖοι δρόμῳ ὁμόσε εφέροντο. ὡς δὲ τριῶν ἔτι πλέθρων ἐν μέσῳ ὄντων ἀντεξέδραμον ἀπὸ τῆς ̓Αγησιλάου φάλαγγος ὧν Ηριππίδας ἐξενάγει καὶ σὺν αὐτοῖς Ιωνες καὶ Αἰολεῖς καὶ ̔Ελλησπόντιοι, καὶ πάντες οὗτοι τῶν συνεκδραμόντων τε ἐγένοντο καὶ εἰς δόρυ ἀφικόμενοι ἔτρεψαν τὸ καθ' αυτούς. Αργεῖοι μέντοι οὐκ ἐδέξαντο τοὺς περὶ ̓Αγησίλαον, ἀλλ' ἔφυγον ἐπὶ τὸν Ἑλικῶνα.

Xenophon, Hellenics, B. IV.

1. Parse διηγήσομαι, συνήεσαν, ἐξενάγει, συνεκδραμόν των, ἔτρεψαν.

[ocr errors]

2. Explain the syntax of συνιόντων, στάδιον, πλέθρων,

3. Distinguish ἐφ' ἡμῶν from ἐφ' ἡμῖν.

4. Mention the movements and the issue of the battle.

III.

Translate :

ΜΕ. που δήτα φεύγω ; τίνα πόλιν ; τίνα ξένων ;
ΚΡ. ὅπου χθονὸς τῆσδ ̓ ἐκποδὼν μάλιστ ̓ ἔσει.
ΜΕ. οὐκοῦν σὲ φράζειν εἰκὸς, ἐκπονεῖν δ' ἐμέ.
ΚΡ. Δελφοὺς περάσας

ΜΕ.

που με χρή, πάτερ, μολεῖν; ΚΡ. Αἰτωλίδ ̓ ἐς γῆν. ΜΕ. ἐκ δὲ τῆσδε ποῖ περῶ ; ΚΡ. Θεσπρωτὸν οἶδας. ΜΕ. σεμνὰ Δωδώνης βάθρα : ΚΡ. ἔγνως. ΜΕ. τί δὴ τόδ' ἔρυμά μοι γενήσεται ;

ΚΡ. πόμπιμος ὁ δαίμων. ΜΕ. χρημάτων δὲ τίς πόρος ; ΚΡ. ἐγὼ πορεύσω χρυσόν.

ME.

εὖ λέγεις, πάτερ.

χώρει νυν· ὡς σὴν πρὸς κασιγνήτην μολὼν,
ἧς πρῶτα μαστὸν εἵλκυσ', Ιοκάστην λέγω,
μητρὸς στερηθεὶς ὀρφανός τ' ἀποζυγείς,
προσηγορήσων εἶμι καὶ σώσω βίον.
ἀλλ ̓ εἶα, χώρει· μὴ τὸ σὸν κωλυέτω.

Euripides, Phoenissa.

1. Parse φεύγω, ἔσει, περάσας, μολεῖν, περῶ, ἔγνως, ἀποζυγείς, κωλυέτω.

2. Explain the syntax of πόλιν, ξένων, μητρός, ὀρφανός, τὸ σόν.

3. Write notes on οὐκοῦν, Δελφούς, Δωδώνης, ὁ δαίμων,

4. Sketch the plot of the Phoenissæ.

« ÎnapoiContinuă »