Imagini ale paginilor
PDF
ePub

ΑΩΡΙΝΤΙΟΣ. ΙΗΣΣΙΚΗ.

ΛΩΡ. ΟΙΟΝ σελήνης ἡδὺ κοιμάται φάος
Τοῦτον κατ ̓ ὄχθον· τῇδε συγκαθημένοις
ἡμῖν δι ̓ ὤτων σταζέτω μολπῆς γάνος·
τὸ γὰρ γαληνὸν, νυκτὸς ἐν καταστάσει,
μελῳδίας φίλτροισιν εὐρύθμου πρέπει·
γύναι, σὺ δ ̓ ἵζουσ ̓ ἔδαφος οὐρανοῦ τόδε
βλέφ ̓ ὡς ἄραρε χρυσοδαιδάλοις κύκλοις·
τούτων ἅπας τις, κἄνπερ οὑλάχιστος ᾖ,
τέμνων κέλευθον, φθέγγεται θεῖον νόμον
ἀεὶ ξυνᾴδων τοῖς νεογλήνοις χοροῖς.
τοιόνδε τοι ψυχαῖσιν ἀφθάρτοις μέλος
ἔνδον ξυνοικεῖ, νῦν δ ̓ ἐν ᾧ τόδ' ἀμπέχει
πηλοῦ φθίνοντος ἕρκος, οὐκ ἐπάομεν.
Ἀλλ ̓ εἶα μολπαῖς ἐξεγείρετ ̓ Ἄρτεμιν,
τερπνοῖσι δ ̓ ὦτα συντετραίνοντες νόμοις
τὴν δεσπότιν προπέμπετ ̓ ᾄδοντες δόμον.
ΙΗΣ. Μολπὴν κλύουσ ̓ ἡδεῖαν οὐ φαιδρύνομαι.
ΛΩΡ. Ἐπαιτία γὰρ φροντὶς, ᾗ ξυνεζύγης

ἄθρει γὰρ αὐτίκ ̓ ἀγρίων βοσκημάτων
ἀγέλην ὑβριστὴν, κἀζύγων πώλων γένος,
ὅτ' ἐμμανεῖ σκιρτῶσιν ἐν πηδήματι
μυκώμενοί τε δεινά τ' ἐμβριμώμενοι,
οἷον τὸ θερμὸν ἐμπέφυκεν αἵματι

ἀλλ ̓ εἰ βοὴν αἴσθοιντο σάλπιγγός ποθεν,

1 Cf. Rhes. III.

• Cf Herc. Fur. 772, ἐπάειν for ἐπαΐειν.

s Alia lectio, Κλύουσα τερπνῶν οὔποτ ̓ εὐθυμώ μελών.

10

20

You shall perceive them make a mutual stand,
Their savage eyes turn'd to a modest gaze;
By the sweet power of music :-Therefore, the poet
Did feign that Orpheus drew trees, stones, and floods;
Since naught so stockish, hard, and full of rage,
But music for the time doth change his nature:
The man that hath no music in himself,

Nor is not moved with concord of sweet sounds,

Is fit for treasons, stratagems, and spoils;
The motions of his spirit are dull as night,
And his affections dark as Erebus:

Let no such man be trusted.

ἤ τις δι ̓ ὤτων μουσικὴ βάλλοι πνοή, ἴδοις ἂν ἀντίπρωρον ἴσχοντας στάσιν, αἰδῶ βλέποντας ἀγρίοισιν ὄμμασιν, μελῳδίας θέλγητρα τοίγαρ Ορφέα ποταμοὺς ἄγοντ ̓ ἔθηκε, δένδρα, καὶ πέτρας ὁ μουσοποιός· οὐδὲν ὡς ὧδ ̓ ἄγριον οὔτ ̓ ὠμὸν οὔτε σκληρόν ἐσθ', ὁποῖον οὐχ ὕμνων ἐπῳδαῖς ἐξεπᾴδεται φύσιν. ὅστις γὰρ ἐν Μούσαισι μήτ' αὐτὸς φρονεῖ, μήθ ̓ ἡδυμόλποις τέγγεται ξυμφωνίαις, δόλων, προδοσίας, ἁρπαγῆς τ ̓ ἐρᾶν ἔφυ, νωθὲς δ ̓ ἔχει τὸ λῆμα, νυκτὶ πρόσφορον, ὁποῖα δ ̓ Ἔρεβος σκότια τἀνθυμήματα· οὔτοι φύσει τοιᾷδε πιστεύειν χρεών.

30

Metcalfe and Palmer, Printers, Cambridge.

« ÎnapoiContinuă »