Imagini ale paginilor
PDF
ePub

JUNIOR GREEK.

1. Translate into English:

(α) Ταῦτα δ' εἰπὼν, καὶ μεταστραφεὶς πρὸς τοὺς ἐναν τίους, ἡσυχίαν εἶχε· καὶ γὰρ ὁ μάντις παρήγγειλεν αὐτοῖς μὴ πρότερον ἐπιτίθεσθαι, πρὶν τῶν σφετέρων ἢ πέσοι τις ἢ τρωθείη· Ἐπειδὰν μέντοι τοῦτο γένηται, ἡγησόμεθα μὲν, ἔφη, ἡμεῖς· νίκη δὲ ἡμῖν ἔσται ἑπομένη, ἐμοὶ μέντοι θάνατος, ὥς γ' ἐμοὶ δοκεῖ. καὶ οὐκ ἐψεύσατο, ἀλλ' ἐπεὶ ἀνέλαβον τὰ ὅπλα, αὐτὸς μὲν, ὥσπερ ὑπὸ μοίρας τινὸς ἀγόμενος, ἐκπηδήσας πρῶτος, ἐμπεσῶν τοῖς πολεμίοις ἀποθνήσκει· καὶ τέθαπται ἐν τῇ διαβάσει τοῦ Κηφισοῦ·

(6) Give the Tense, Mood and Voice of μετα στραφείς, παρήγγειλεν, τρωθείη, ἐψεύσατο, ἀνέλαβον. Give the principal parts.

(c) Account for the Mood and Tense of πέσοι, and of γένηται, and for the Tense of τέθαπται.

(α) μὴ πρότερον. Account for the negative μή. What is the use of πρότερον ? Is there anything similar in Latin?

2. Translate into English :

(α) εἶπον δὲ τούτοις καὶ Κερκυραίων ἅμα παραπλέοντας τῶν ἐν τῇ πόλει ἐπιμεληθῆναι, οἱ ἐλῃστεύοντο ὑπὸ τῶν ἐν τῷ ὄρει φυγάδων· καὶ Πελοποννησίων αὐτόσε νῆες ἑξήκοντα παρεπεπλεύκεσαν τοῖς ἐν τῷ ὄρει τιμωροὶ, καὶ λιμοῦ ὄντος μεγάλου ἐν τῇ πόλει νομίζοντες κατασχήσειν ῥᾳδίως τὰ πράγματα. Δημοσθένει δὲ, ὄντι ἰδιώτῃ μετὰ τὴν ἀναχώ ρησιν τὴν ἐξ ̓Ακαρνανίας αὐτῷ δεηθέντι εἶπον χρῆσθαι ταῖς ναυσὶ ταύταις, ἢν βούληται, περὶ τὴν Πελοπόννησον.

(3) Account for the Case of τούτοις, παραπλέοντα, τῶν (before ἐν τῇ πόλει), λιμού, ναυσί.

(c) Account for the Mood and Tense of κατασχήσειν. What is the subject?

3. Show how Thucydides came to introduce “speeches” into his history.

4. τό γε μὴν ἐντεῦθεν γενόμενον ἔξεστι μὲν τὸ θεῖον αἰτιᾶσθαι, ἔξεστι δὲ λέγειν ὡς τοῖς ἀπονενοημένοις οὐδεὶς ἂν ὑποσταίη. Could such a remark be attributed to Thucydides ? Give reasons for your answer.

5. Translate into Greek :

The general arrived in the city before night came on and ordered the soldiers to fortify the walls at once, but they refused to move because they had been marching all day. Upon this the general ordered the herald to announce that if they did not obey he would not punish them but the enemy would, for they were coming in great numbers.

6. Translate at sight :

Tissaphernes invites the Greek generals and
captains to a conference.

66

Ταῦτα εἰπὼν ἔδοξε τῷ Κλεάρχῳ ἀληθῆ λέγειν· καὶ ὁ Τισσαφέρνης πάλιν εἶπεν· «Εἰ βούλεσθε οἵ τε στρατηγοὶ καὶ οἱ λοχαγοὶ ἐλθεῖν μοι εἰς τὴν σκηνὴν, λέξω ὑμῖν τὰ ὀνόματα τῶν λεγόντων, ὡς σὺ ἐπιβουλεύεις ἐμοί τε καὶ τῇ σὺν ἐμοὶ στρατιᾷ.” Ἐγὼ δὲ,” ἔφη ὁ Κλέαρχος, “ἄξω πάντας.” τῇ δ' ὑστεραίᾳ ἦλθε παρὰ Τισσαφέρνην ἄγων πέντε στρατηγοὺς καὶ εἴκοσι λοχαγούς. ἐπεὶ δὲ ἦσαν ἐπὶ ταῖς θύραις ταῖς Τισσαφέρνους, οἱ μὲν στρατηγοὶ παρεκλήθησαν εἴσω, οἱ δὲ λοχαγοὶ ἔμενον ἐπὶ ταῖς θύραις. οὐ πολλῷ δὲ ὕστερον οἵ τε ἔνδον συνελαμβάνοντο καὶ οἱ ἔξω κατεκόφθησαν· μετὰ δὲ ταῦτα τῶν βαρβάρων τινὲς ἱππέων, ἐλαύνοντες διὰ τοῦ πεδίου, ἔκτεινον πάντας Ἕλληνας, οἷς ἐντυγχάνοιεν.

SENIOR GREEK.

I. Translate :

[ocr errors]

(α) Μῆτερ, ἐπεί μ' ἔτεκές γε μινυνθάδιόν περ ἐόντα, τιμήν πέρ μοι ὄφελλεν Ολύμπιος ἐγγυαλίξαι, Ζεὺς ὑψιβρεμέτης· νῦν δ' οὐδέ με τυτθὸν ἔτισεν. ἢ γάρ μ' Ατρείδης εὐρυκρείων Αγαμέμνων ἠτίμησεν· ἑλὼν γὰρ ἔχει γέρας, αὐτὸς ἀπούρας.

Ως φάτο δακρυχέων, τοῦ δ ̓ ἔκλυε πότνια μήτηρ ἡμένη ἐν βένθεσσιν ἁλὸς παρὰ πατρὶ γέροντι. καρπαλίμως δ' ἀνέδυ πολιῆς ἁλὸς ἠὔτ ̓ ὀμίχλη, καί ῥα πάροιθ' αὐτοῖο καθέζετο δακρυχέοντος, χειρί τέ μιν κατέρεξεν, ἔπος τ' ἔφατ ̓ ἔκ τ' ὀνόμαζεν ,,Τέκνον, τί κλαίεις ; τί δέ σε φρένας ἵκετο πένθος ἐξαύδα, μὴ κεῦθε νόῳ, ἵνα εἴδομεν ἄμφω.

-Iliad.

(6) “κριὲ πέπον, τί μοι ὧδε διὰ σπέος ἔσσυο μήλων
ὕστατος ; οὔ τι πάρος γε λελειμμένος ἔρχεαι οἰῶν,
ἀλλὰ πολὺ πρῶτος νέμεαι τέρεν ἄνθεα ποίης
μακρὰ βιβάς, πρῶτος δὲ ῥοὰς ποταμῶν ἀφικάνεις,
πρῶτος δὲ σταθμόνδε λιλαίεαι ἀπονέεσθαι
ἑσπέριος· νῦν αὖτε πανύστατος. ἢ σύ γ' ἄνακτος
ὀφθαλμὸν ποθέεις, τὸν ἀνὴρ κακὸς ἐξαλάωσε
σὺν λυγροῖς ἑτάροισι, δαμασσάμενος φρένας οἴνῳ,
Οὗτις, ὃν οὔ πώ φημι πεφυγμένον εἶναι ὄλεθρον.
εἰ δὴ ὁμοφρονέοις ποτιφωνήεις τε γένοιο
εἰπεῖν, ὅππῃ κεῖνος ἐμὸν μένος ἠλασκάζει·
τῷ κέ οἱ ἐγκέφαλός γε διὰ σπέος ἄλλυδις ἄλλῃ
θεινομένου ῥαίοιτο πρὸς οὔδεϊ, κὰδ δέ κ' ἐμὸν κῆρ
λωφήσειε κακῶν, τά μοι οὐτιδανὸς πόρεν Οὗτις.”

-Odyssey.

2. Translate:

Καὶ ὅτῳ τάδε ξυμφέροντα μὲν δοκεῖ λέγεσθαι, φοβεῖται δὲ μὴ δι' αὐτὰ πειθόμενος τὰς σπονδὰς λύσῃ, γνώτω τὸ μὲν δεδιὸς αὐτοῦ ἰσχὺν ἔχον τοὺς ἐναντίους μᾶλλον φοβῆσον, τὸ δὲ θαρσοῦν μὴ δεξαμένου ἀσθενὲς ὂν πρὸς ἰσχύοντας τοὺς ἐχθροὺς ἀδεέστερον ἐσόμενον, καὶ ἅμα οὐ περὶ τῆς Κερκύρας νῦν τὸ πλέον ἢ καὶ τῶν ̓Αθηνῶν βουλευόμενος, καὶ οὐ τὰ κράτιστα αὐταῖς προνοῶν, ὅταν ἐς τὸν μέλλοντα καὶ ὅσον οὐ παρόντα πόλεμον τὸ αὐτίκα περισκοπῶν ἐνδοιάζῃ χωρίον προσλαβεῖν ὃ μετὰ μεγίστων καιρῶν οἰκειοῦταί τε καὶ πολεμοῦται. βραχυτάτῳ δ' ἂν κεφαλαίῳ, τοῖς τε ξύμπασι καὶ καθ ̓ ἕκαστον, τῷδ' ἂν μὴ προέσθαι ἡμᾶς μάθοιτε· τρία μὲν ὄντα λόγου ἄξια τοῖς Ἕλλησι ναυτικά, τὸ παρ' ὑμῖν καὶ τὸ ἡμέτερον καὶ τὸ Κορινθίων· τούτων δὲ εἰ περιόψεσθε τὰ δύο ἐς ταὐτὸν ἐλθεῖν καὶ Κορίνθιοι ἡμᾶς προκαταλήψονται, Κερκυραίοις τε καὶ Πελοποννησίοις ἅμα ναυμαχήσετε, δεξάμενοι δὲ ἡμᾶς ἕξετε πρὸς αὐτοὺς πλείοσι ναυσὶ ταῖς ἡμετέραις ἀγωνίζεσθαι.” τοιαῦτα μὲν οἱ Κερκυραῖοι εἶπον· οἱ δὲ Κορίν θιοι μετ ̓ αὐτοὺς τοιάδε.

3. Translate :

--Thucydides.

Λέγω δὲ, ἐφ' ὅσον χρόνον ὁ κληρονόμος νήπιός ἐστιν, οὐδὲν διαφέρει δούλου, κύριος πάντων ὢν, ἀλλὰ ὑπὸ ἐπιτρόπους ἐστὶ καὶ οἰκονόμους ἄχρι τῆς προθεσμίας τοῦ πατρός. οὕτω καὶ ἡμεῖς, ὅτε ἦμεν νήπιοι, ὑπὸ τὰ στοι χεῖα τοῦ κόσμου ἦμεν δεδουλωμένοι· ὅτε δὲ ἦλθε το πλήρωμα τοῦ χρόνου, ἐξαπέστειλεν ὁ Θεὸς τὸν υἱὸν αὐτοῦ, γενόμενον ἐκ γυναικὸς, γενόμενον ὑπὸ νόμον, ἵνα τοὺς ὑπὸ νόμον ἐξαγοράσῃ, ἵνα τὴν υἱοθεσίαν ἀπολάβωμεν. ὅτι δέ ἐστε υἱοὶ, ἐξαπέστειλεν ὁ Θεὸς τὸ πνεῦμα τοῦ υἱοῦ αὐτοῦ εἰς τὰς καρδίας ὑμῶν, κράζον, Ἀββᾶ ὁ πατήρ. ὥστε οὐκ ἔτι εἶ δοῦλος, ἀλλ' υἱός· εἰ δὲ υἱὸς, καὶ κληρονόμος Θεοῦ διὰ Χριστοῦ.

-Galatians.

ἐνταῦθα δὴ εἰπεῖν λέγεται ὁ Κῦρος συναγαγὼν αὐτούς, “ἄνδρες φίλοι, ἐγὼ ὑμᾶς ὁρῶν αὐτοὺς μὲν καθωπλισμένους οὕτω καὶ ταῖς ψυχαῖς παρεσκευασμένους ὡς εἰς χεῖρας συμμείξοντας τοῖς πολεμίοις, τοὺς δὲ ἑπομένους ὑμῖν Πέρσας γιγνώσκων ὅτι οὕτως ὡπλισμένοι εἰσὶν ὥστε ὅτι προσωτάτω ταχθέντες μάχεσθαι ἔδεισα μὴ ὀλίγοι καὶ ἔρημοι συμμάχων συμπίπτοντες πολεμίοις πολλοῖς πάθοιτέ νῦν οὖν,” ἔφη, “σώματα μὲν ἔχοντες ἀνδρῶν ἥκετε οὐ μεμπτά· ὅπλα δὲ ἔσται αὐτοῖς ὅμοια τοῖς ἡμετέροις· τάς γε μέντοι ψυχὰς θήγειν αὐτῶν ἡμέτερον ἔργον. ἄρχοντος γάρ ἐστιν οὐχ ἑαυτὸν μόνον ἀγαθὸν παρέχειν, ἀλλὰ δεῖ καὶ τῶν ἀρχομένων ἐπιμελεῖσθαι ὅπως ὡς βέλτιστοι ἔσονται.” -Xenophon.

τι

5. What do you consider the most remarkable features of the society depicted in the Iliad and the Odyssey ?

6. What were the causes of the Peloponnesian War, according to Thucydides? Trace the stages of the conflict and give the chief incidents with dates.

7. Make into Greek :

Agesilaus at length replied : “I believe you know, Pharnabazus, that in the Greek States men become one another's guests; and these men, when the States go to war, wage war along with their fellow-countrymen, even against those entertained (1) by them; and, should it so befall, they sometimes even slay one another. Thus we too have been compelled of late, while at war with your sovereign, to consider all his possessions as those of an enemy. Yet we should be very glad to become friends with you. Now, if you were obliged to receive us as masters in exchange for the king as a master, I would not have advised you thus; but you now have an opportunity, by siding with us, to live in the enjoyment of your own property, making prostrations (2) before no one, nor having a master. Indeed to be free, I believe to be worth all the money in the world."

(1) οἱ ἐξενωμένοι.

(2) partic. of. προσκυν ω,

« ÎnapoiContinuă »